Acts 27
CSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Christian Standard BibleGreek Study Bible
1When it was decided that we were to sail to Italy, they handed over Paul and some other prisoners to a centurion named Julius, of the Imperial Regiment.1Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς
2When we had boarded a ship of Adramyttium, we put to sea, intending to sail to ports along the coast of Asia. Aristarchus, a Macedonian of Thessalonica, was with us.2ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως
3The next day we put in at Sidon, and Julius treated Paul kindly and allowed him to go to his friends to receive their care.3Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα φιλανθρώπως τε Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν
4When we had put out to sea from there, we sailed along the northern coast of Cyprus because the winds were against us.4κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους
5After sailing through the open sea off Cilicia and Pamphylia, we reached Myra in Lycia.5τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν* εἰς Μύρα* τῆς Λυκίας
6There the centurion found an Alexandrian ship sailing for Italy and put us on board.6Κἀκεῖ εὑρὼν ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό
7Sailing slowly for many days, with difficulty we arrived off Cnidus. Since the wind did not allow us to approach it, we sailed along the south side of Crete off Salmone.7Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην
8With still more difficulty we sailed along the coast and came to a place called Fair Havens near the city of Lasea.8μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ἐγγὺς ἦν πόλις Λασαία
9By now much time had passed, and the voyage was already dangerous. Since the Day of Atonement was already over, Paul gave his advice9Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν Νηστείαν ἤδη παρεληλυθέναι παρῄνει Παῦλος
10and told them, "Men, I can see that this voyage is headed toward disaster and heavy loss, not only of the cargo and the ship but also of our lives."10λέγων αὐτοῖς Ἄνδρες θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν
11But the centurion paid attention to the captain and the owner of the ship rather than to what Paul said.11 δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο τοῖς ὑπὸ Παύλου λεγομένοις
12Since the harbor was unsuitable to winter in, the majority decided to set sail from there, hoping somehow to reach Phoenix, a harbor on Crete facing the southwest and northwest, and to winter there.12ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον
13When a gentle south wind sprang up, they thought they had achieved their purpose. They weighed anchor and sailed along the shore of Crete.13Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην
14But before long, a fierce wind called the "northeaster" rushed down from the island.14μετ’ οὐ πολὺ δὲ ἔβαλεν κατ’ αὐτῆς ἄνεμος τυφωνικὸς καλούμενος Εὐρακύλων
15Since the ship was caught and unable to head into the wind, we gave way to it and were driven along.15συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα
16After running under the shelter of a little island called Cauda, we were barely able to get control of the skiff.16Νησίον δέ τι ὑποδραμόντες καλούμενον Καῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης
17After hoisting it up, they used ropes and tackle and girded the ship. Fearing they would run aground on the Syrtis, they lowered the drift-anchor, and in this way they were driven along.17ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν χαλάσαντες τὸ σκεῦος οὕτως ἐφέροντο
18Because we were being severely battered by the storm, they began to jettison the cargo the next day.18Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο
19On the third day, they threw the ship's tackle overboard with their own hands.19καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν*
20For many days neither sun nor stars appeared, and the severe storm kept raging. Finally all hope was fading that we would be saved.20μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς
21Since they had been without food for a long time, Paul then stood up among them and said, "You men should have followed my advice not to sail from Crete and sustain this damage and loss.21Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν Ἔδει μέν ἄνδρες πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν
22Now I urge you to take courage, because there will be no loss of any of your lives, but only of the ship.22καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου
23For last night an angel of the God I belong to and serve stood by me23παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ Θεοῦ οὗ εἰμι [ἐγώ] καὶ λατρεύω ἄγγελος
24and said, 'Don't be afraid, Paul. It is necessary for you to appear before Caesar. And indeed, God has graciously given you all those who are sailing with you.'24λέγων Μὴ φοβοῦ Παῦλε Καίσαρί σε δεῖ παραστῆναι καὶ ἰδοὺ κεχάρισταί σοι Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ
25So take courage, men, because I believe God that it will be just the way it was told to me.25Διὸ εὐθυμεῖτε ἄνδρες πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ’ ὃν τρόπον λελάληταί μοι
26But we have to run aground on some island."26εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν
27When the fourteenth night came, we were drifting in the Adriatic Sea, and about midnight the sailors thought they were approaching land.27Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν
28They took soundings and found it to be a hundred and twenty feet deep; when they had sailed a little farther and sounded again, they found it to be ninety feet deep.28καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε
29Then, fearing we might run aground on the rocks, they dropped four anchors from the stern and prayed for daylight to come.29φοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι
30Some sailors tried to escape from the ship; they had let down the skiff into the sea, pretending that they were going to put out anchors from the bow.30Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν
31Paul said to the centurion and the soldiers, "Unless these men stay in the ship, you cannot be saved."31εἶπεν Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ ὑμεῖς σωθῆναι οὐ δύνασθε
32Then the soldiers cut the ropes holding the skiff and let it drop away.32τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν
33When it was about daylight, Paul urged them all to take food, saying, "Today is the fourteenth day that you have been waiting and going without food, having eaten nothing.33Ἄχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε μηθὲν προσλαβόμενοι
34So I urge you to take some food. For this is for your survival, since none of you will lose a hair from your head."34διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται
35After he said these things and had taken some bread, he gave thanks to God in the presence of all of them, and after he broke it, he began to eat.35Εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ Θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν
36They all were encouraged and took food themselves.36εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς
37In all there were 276 of us on the ship.37ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ
38When they had eaten enough, they began to lighten the ship by throwing the grain overboard into the sea.38κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν
39When daylight came, they did not recognize the land but sighted a bay with a beach. They planned to run the ship ashore if they could.39Ὅτε δὲ ἡμέρα ἐγένετο τὴν γῆν οὐκ ἐπεγίνωσκον κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον
40After cutting loose the anchors, they left them in the sea, at the same time loosening the ropes that held the rudders. Then they hoisted the foresail to the wind and headed for the beach.40καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν
41But they struck a sandbar and ran the ship aground. The bow jammed fast and remained immovable, while the stern began to break up by the pounding of the waves.41περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναῦν καὶ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας [τῶν κυμάτων]
42The soldiers' plan was to kill the prisoners so that no one could swim away and escape.42Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν μή τις ἐκκολυμβήσας διαφύγῃ
43But the centurion kept them from carrying out their plan because he wanted to save Paul, and so he ordered those who could swim to jump overboard first and get to land.43 δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι
44The rest were to follow, some on planks and some on debris from the ship. In this way, everyone safely reached the shore.44καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν
The Christian Standard Bible. Copyright © 2017 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 26
Top of Page
Top of Page