Matthew 27
NET Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
NET BibleGreek Study Bible
1When it was early in the morning, all the chief priests and the elders of the people plotted against Jesus to execute him.1Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν
2They tied him up, led him away, and handed him over to Pilate the governor. 2καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι
3Now when Judas, who had betrayed him, saw that Jesus had been condemned, he regretted what he had done and returned the thirty silver coins to the chief priests and the elders,3Τότε ἰδὼν Ἰούδας παραδιδοὺς* αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
4saying, "I have sinned by betraying innocent blood!" But they said, "What is that to us? You take care of it yourself!"4λέγων Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον Οἱ δὲ εἶπαν Τί πρὸς ἡμᾶς σὺ ὄψῃ
5So Judas threw the silver coins into the temple and left. Then he went out and hanged himself.5Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο
6The chief priests took the silver and said, "It is not lawful to put this into the temple treasury, since it is blood money."6Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν ἐπεὶ τιμὴ αἵματός ἐστιν
7After consulting together they bought the Potter's Field with it, as a burial place for foreigners.7συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις
8For this reason that field has been called the "Field of Blood" to this day.8διὸ ἐκλήθη ἀγρὸς ἐκεῖνος Ἀγρὸς αἵματος ἕως τῆς σήμερον
9Then what was spoken by Jeremiah the prophet was fulfilled: "They took the thirty silver coins, the price of the one whose price had been set by the people of Israel,9τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ
10and they gave them for the potter's field, as the Lord commanded me." 10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συνέταξέν μοι Κύριος
11Then Jesus stood before the governor, and the governor asked him, "Are you the king of the Jews?" Jesus said, "You say so."11 δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος καὶ ἐπηρώτησεν αὐτὸν ἡγεμὼν λέγων Σὺ εἶ Βασιλεὺς τῶν Ἰουδαίων δὲ Ἰησοῦς ἔφη Σὺ λέγεις
12But when he was accused by the chief priests and the elders, he did not respond.12Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο
13Then Pilate said to him, "Don't you hear how many charges they are bringing against you?"13Τότε λέγει αὐτῷ Πιλᾶτος Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν
14But he did not answer even one accusation, so that the governor was quite amazed. 14Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν
15During the feast the governor was accustomed to release one prisoner to the crowd, whomever they wanted.15Κατὰ δὲ ἑορτὴν εἰώθει ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον
16At that time they had in custody a notorious prisoner named Jesus Barabbas.16εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ‹Ἰησοῦν› Βαραββᾶν
17So after they had assembled, Pilate said to them, "Whom do you want me to release for you, Jesus Barabbas or Jesus who is called the Christ?"17συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς Πιλᾶτος Τίνα θέλετε ἀπολύσω ὑμῖν ‹Ἰησοῦν τὸν› Βαραββᾶν Ἰησοῦν τὸν λεγόμενον Χριστόν
18(For he knew that they had handed him over because of envy.)18ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν
19As he was sitting on the judgment seat, his wife sent a message to him: "Have nothing to do with that innocent man; I have suffered greatly as a result of a dream about him today."19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν γυνὴ αὐτοῦ λέγουσα Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν
20But the chief priests and the elders persuaded the crowds to ask for Barabbas and to have Jesus killed.20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν
21The governor asked them, "Which of the two do you want me to release for you?" And they said, "Barabbas!"21Ἀποκριθεὶς δὲ ἡγεμὼν εἶπεν αὐτοῖς Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν Οἱ δὲ εἶπαν Τὸν Βαραββᾶν
22Pilate said to them, "Then what should I do with Jesus who is called the Christ?" They all said, "Crucify him!"22Λέγει αὐτοῖς Πιλᾶτος Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν Λέγουσιν πάντες Σταυρωθήτω
23He asked, "Why? What wrong has he done?" But they shouted more insistently, "Crucify him!" 23 δὲ ἔφη Τί γὰρ κακὸν ἐποίησεν Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες Σταυρωθήτω
24When Pilate saw that he could do nothing, but that instead a riot was starting, he took some water, washed his hands before the crowd and said, "I am innocent of this man's blood. You take care of it yourselves!"24Ἰδὼν δὲ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι* τοῦ ὄχλου λέγων Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου ὑμεῖς ὄψεσθε
25In reply all the people said, "Let his blood be on us and on our children!"25Καὶ ἀποκριθεὶς πᾶς λαὸς εἶπεν Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν
26Then he released Barabbas for them. But after he had Jesus flogged, he handed him over to be crucified.26Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ
27Then the governor's soldiers took Jesus into the governor's residence and gathered the whole cohort around him.27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν
28They stripped him and put a scarlet robe around him,28καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ
29and after braiding a crown of thorns, they put it on his head. They put a staff in his right hand, and kneeling down before him, they mocked him: "Hail, king of the Jews!"29καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες Χαῖρε Βασιλεῦ τῶν Ἰουδαίων
30They spat on him and took the staff and struck him repeatedly on the head.30καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ
31When they had mocked him, they stripped him of the robe and put his own clothes back on him. Then they led him away to crucify him. 31Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι
32As they were going out, they found a man from Cyrene named Simon, whom they forced to carry his cross.32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
33They came to a place called Golgotha (which means "Place of the Skull")33Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ ἐστιν κρανίου τόπος λεγόμενος
34and offered Jesus wine mixed with gall to drink. But after tasting it, he would not drink it.34ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν
35When they had crucified him, they divided his clothes by throwing dice.35Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον {ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον}
36Then they sat down and kept guard over him there.36καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ
37Above his head they put the charge against him, which read: "This is Jesus, the king of the Jews."37καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην ΟΥΤΟΣ* ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ο* ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
38Then two outlaws were crucified with him, one on his right and one on his left.38Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων
39Those who passed by defamed him, shaking their heads39Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
40and saying, "You who can destroy the temple and rebuild it in three days, save yourself! If you are God's Son, come down from the cross!"40καὶ λέγοντες καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν σῶσον σεαυτόν εἰ Υἱὸς εἶ τοῦ Θεοῦ καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ
41In the same way even the chief priests--together with the experts in the law and elders--were mocking him:41Ὁμοίως ‹καὶ› οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον
42"He saved others, but he cannot save himself! He is the king of Israel! If he comes down now from the cross, we will believe in him!42Ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι Βασιλεὺς Ἰσραήλ ἐστιν καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτόν
43H e trusts in God--let God, if he wants to, deliver him now because he said, 'I am God's Son'!"43πέποιθεν ἐπὶ τὸν Θεόν ῥυσάσθω νῦν εἰ θέλει αὐτόν εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι Υἱός
44The robbers who were crucified with him also spoke abusively to him. 44Τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν
45Now from noon until three, darkness came over all the land.45Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης
46At about three o'clock Jesus shouted with a loud voice, "Eli, Eli, lema sabachthani?" that is, "My God, my God, why have you forsaken me?"46περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ λέγων Ἠλὶ* ἠλὶ* λεμὰ σαβαχθάνι* τοῦτ’ ἔστιν Θεέ μου θεέ μου ἵνα‿ τί με ἐγκατέλιπες
47When some of the bystanders heard it, they said, "This man is calling for Elijah."47Τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος
48Immediately one of them ran and got a sponge, filled it with sour wine, put it on a stick, and gave it to him to drink.48καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν
49But the rest said, "Leave him alone! Let's see if Elijah will come to save him."49Οἱ δὲ λοιποὶ ἔλεγον* Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν (ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα)
50Then Jesus cried out again with a loud voice and gave up his spirit.50 δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα
51Just then the temple curtain was torn in two, from top to bottom. The earth shook and the rocks were split apart.51Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο καὶ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν
52And tombs were opened, and the bodies of many saints who had died were raised.52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν
53(They came out of the tombs after his resurrection and went into the holy city and appeared to many people.)53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς
54Now when the centurion and those with him who were guarding Jesus saw the earthquake and what took place, they were extremely terrified and said, "Truly this one was God's Son!"54 δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα* ἐφοβήθησαν σφόδρα λέγοντες Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος
55Many women who had followed Jesus from Galilee and given him support were also there, watching from a distance.55Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ
56Among them were Mary Magdalene, Mary the mother of James and Joseph, and the mother of the sons of Zebedee. 56ἐν αἷς ἦν Μαρία Μαγδαληνή καὶ Μαρία τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ μήτηρ τῶν υἱῶν Ζεβεδαίου
57Now when it was evening, there came a rich man from Arimathea, named Joseph, who was also a disciple of Jesus.57Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας τοὔνομα Ἰωσήφ ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ
58He went to Pilate and asked for the body of Jesus. Then Pilate ordered that it be given to him.58οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ τότε Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι
59Joseph took the body, wrapped it in a clean linen cloth,59καὶ λαβὼν τὸ σῶμα Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καθαρᾷ
60and placed it in his own new tomb that he had cut in the rock. Then he rolled a great stone across the entrance of the tomb and went away.60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ἐλατόμησεν ἐν τῇ πέτρᾳ καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν
61(Now Mary Magdalene and the other Mary were sitting there, opposite the tomb.) 61Ἦν δὲ ἐκεῖ Μαριὰμ Μαγδαληνὴ καὶ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου
62The next day (which is after the day of preparation) the chief priests and the Pharisees assembled before Pilate62Τῇ δὲ ἐπαύριον ἥτις ἐστὶν μετὰ τὴν Παρασκευήν συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
63and said, "Sir, we remember that while that deceiver was still alive he said, 'After three days I will rise again.'63λέγοντες Κύριε ἐμνήσθημεν ὅτι ἐκεῖνος πλάνος εἶπεν ἔτι ζῶν Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι
64So give orders to secure the tomb until the third day. Otherwise his disciples may come and steal his body and say to the people, 'He has been raised from the dead,' and the last deception will be worse than the first."64κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας μή‿ ποτε ἐλθόντες οἱ μαθηταὶ ‹αὐτοῦ› κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ Ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἔσται ἐσχάτη πλάνη χείρων τῆς πρώτης
65Pilate said to them, "Take a guard of soldiers. Go and make it as secure as you can."65Ἔφη αὐτοῖς Πιλᾶτος Ἔχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε
66So they went with the soldiers of the guard and made the tomb secure by sealing the stone. 66οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας
NET Bible copyright © 1996-2006 by Biblical Studies Press, L.L.C. //netbible.com. Used by permission. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 26
Top of Page
Top of Page