Acts 17
NKJV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New King James VersionGreek Study Bible
1Now when they had passed through Amphipolis and Apollonia, they came to Thessalonica, where there was a synagogue of the Jews.1Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων
2Then Paul, as his custom was, went in to them, and for three Sabbaths reasoned with them from the Scriptures,2κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν
3explaining and demonstrating that the Christ had to suffer and rise again from the dead, and saying, “This Jesus whom I preach to you is the Christ.”3διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν καὶ ὅτι Οὗτός ἐστιν Χριστός Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν
4And some of them were persuaded; and a great multitude of the devout Greeks, and not a few of the leading women, joined Paul and Silas.4καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι
5But the Jews who were not persuaded, becoming envious, took some of the evil men from the marketplace, and gathering a mob, set all the city in an uproar and attacked the house of Jason, and sought to bring them out to the people.5Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον
6But when they did not find them, they dragged Jason and some brethren to the rulers of the city, crying out, “These who have turned the world upside down have come here too.6μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν
7Jason has harbored them, and these are all acting contrary to the decrees of Caesar, saying there is another king—Jesus.”7οὓς ὑποδέδεκται Ἰάσων καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι* βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν
8And they troubled the crowd and the rulers of the city when they heard these things.8Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα
9So when they had taken security from Jason and the rest, they let them go.9καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς
10Then the brethren immediately sent Paul and Silas away by night to Berea. When they arrived, they went into the synagogue of the Jews.10Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν
11These were more fair-minded than those in Thessalonica, in that they received the word with all readiness, and searched the Scriptures daily to find out whether these things were so.11οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας τὸ καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως
12Therefore many of them believed, and also not a few of the Greeks, prominent women as well as men.12πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι
13But when the Jews from Thessalonica learned that the word of God was preached by Paul at Berea, they came there also and stirred up the crowds.13Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου λόγος τοῦ Θεοῦ ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους
14Then immediately the brethren sent Paul away, to go to the sea; but both Silas and Timothy remained there.14εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν ὑπέμεινάν τε τε Σιλᾶς καὶ Τιμόθεος ἐκεῖ
15So those who conducted Paul brought him to Athens; and receiving a command for Silas and Timothy to come to him with all speed, they departed.15οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν
16Now while Paul waited for them at Athens, his spirit was provoked within him when he saw that the city was given over to idols.16Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν
17Therefore he reasoned in the synagogue with the Jews and with the Gentile worshipers, and in the marketplace daily with those who happened to be there.17διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας
18Then certain Epicurean and Stoic philosophers encountered him. And some said, “What does this babbler want to say?” Others said, “He seems to be a proclaimer of foreign gods,” because he preached to them Jesus and the resurrection.18Τινὲς δὲ καὶ τῶν Ἐπικουρείων* καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ καί τινες ἔλεγον Τί ἂν θέλοι σπερμολόγος οὗτος λέγειν οἱ δέ Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο
19And they took him and brought him to the Areopagus, saying, “May we know what this new doctrine is of which you speak?19Ἐπιλαβόμενοί τε* αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες Δυνάμεθα γνῶναι τίς καινὴ αὕτη ὑπὸ σοῦ λαλουμένη διδαχή
20For you are bringing some strange things to our ears. Therefore we want to know what these things mean.”20ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι
21For all the Athenians and the foreigners who were there spent their time in nothing else but either to tell or to hear some new thing.21Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν λέγειν τι ἀκούειν τι καινότερον
22Then Paul stood in the midst of the Areopagus and said, “Men of Athens, I perceive that in all things you are very religious;22Σταθεὶς δὲ [ὁ] Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη Ἄνδρες Ἀθηναῖοι κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ
23for as I was passing through and considering the objects of your worship, I even found an altar with this inscription: TO THE UNKNOWN GOD. Therefore, the One whom you worship without knowing, Him I proclaim to you:23διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ἐπεγέγραπτο ΑΓΝΩΣΤΩ ΘΕΩ οὖν ἀγνοοῦντες εὐσεβεῖτε τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν
24God, who made the world and everything in it, since He is Lord of heaven and earth, does not dwell in temples made with hands.24 Θεὸς ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
25Nor is He worshiped with men’s hands, as though He needed anything, since He gives to all life, breath, and all things.25οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα
26And He has made from one blood every nation of men to dwell on all the face of the earth, and has determined their preappointed times and the boundaries of their dwellings,26ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν
27so that they should seek the Lord, in the hope that they might grope for Him and find Him, though He is not far from each one of us;27ζητεῖν τὸν Θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα
28for in Him we live and move and have our being, as also some of your own poets have said, ‘For we are also His offspring.’28Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν Τοῦ γὰρ καὶ γένος ἐσμέν
29Therefore, since we are the offspring of God, we ought not to think that the Divine Nature is like gold or silver or stone, something shaped by art and man’s devising.29γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἀργύρῳ λίθῳ χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅμοιον
30Truly, these times of ignorance God overlooked, but now commands all men everywhere to repent,30Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν Θεὸς τὰ νῦν παραγγέλλει* τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν
31because He has appointed a day on which He will judge the world in righteousness by the Man whom He has ordained. He has given assurance of this to all by raising Him from the dead.”31καθότι ἔστησεν ἡμέραν ἐν μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ὥρισεν πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν
32And when they heard of the resurrection of the dead, some mocked, while others said, “We will hear you again on this matter.32Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν
33So Paul departed from among them.33οὕτως Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν
34However, some men joined him and believed, among them Dionysius the Areopagite, a woman named Damaris, and others with them.34τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν ἐν οἷς καὶ Διονύσιος Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς
The Holy Bible, New King James Version, Copyright © 1982 Thomas Nelson. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 16
Top of Page
Top of Page