Acts 2
ESV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
English Standard VersionGreek Study Bible
1When the day of Pentecost arrived, they were all together in one place.1Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό
2And suddenly there came from heaven a sound like a mighty rushing wind, and it filled the entire house where they were sitting.2καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι
3And divided tongues as of fire appeared to them and rested on each one of them.3καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν
4And they were all filled with the Holy Spirit and began to speak in other tongues as the Spirit gave them utterance.4καὶ ἐπλήσθησαν πάντες Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς
5Now there were dwelling in Jerusalem Jews, devout men from every nation under heaven.5Ἦσαν δὲ εἰς Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν
6And at this sound the multitude came together, and they were bewildered, because each one was hearing them speak in his own language.6γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν
7And they were amazed and astonished, saying, “Are not all these who are speaking Galileans?7Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχ* ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι
8And how is it that we hear, each of us in his own native language?8καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν
9Parthians and Medes and Elamites and residents of Mesopotamia, Judea and Cappadocia, Pontus and Asia,9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται* καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν Πόντον καὶ τὴν Ἀσίαν
10Phrygia and Pamphylia, Egypt and the parts of Libya belonging to Cyrene, and visitors from Rome,10Φρυγίαν τε καὶ Παμφυλίαν Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι
11both Jews and proselytes, Cretans and Arabians—we hear them telling in our own tongues the mighty works of God.”11Ἰουδαῖοί τε καὶ προσήλυτοι Κρῆτες καὶ Ἄραβες ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ
12And all were amazed and perplexed, saying to one another, “What does this mean?”12Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν* ἄλλος πρὸς ἄλλον λέγοντες Τί θέλει τοῦτο εἶναι
13But others mocking said, “They are filled with new wine.”13Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν
14But Peter, standing with the eleven, lifted up his voice and addressed them: “Men of Judea and all who dwell in Jerusalem, let this be known to you, and give ear to my words.14Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου
15For these people are not drunk, as you suppose, since it is only the third hour of the day.15οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας
16But this is what was uttered through the prophet Joel:16ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ
17“‘And in the last days it shall be, God declares, that I will pour out my Spirit on all flesh, and your sons and your daughters shall prophesy, and your young men shall see visions, and your old men shall dream dreams;17Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις λέγει Θεός ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται
18even on my male servants and female servants in those days I will pour out my Spirit, and they shall prophesy.18καί‿ γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου καὶ προφητεύσουσιν
19And I will show wonders in the heavens above and signs on the earth below, blood, and fire, and vapor of smoke;19καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ
20the sun shall be turned to darkness and the moon to blood, before the day of the Lord comes, the great and magnificent day.20 ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ σελήνη εἰς αἷμα πρὶν ‹ἢ› ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ
21And it shall come to pass that everyone who calls upon the name of the Lord shall be saved.’21καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται
22“Men of Israel, hear these words: Jesus of Nazareth, a man attested to you by God with mighty works and wonders and signs that God did through him in your midst, as you yourselves know—22Ἄνδρες Ἰσραηλῖται ἀκούσατε τοὺς λόγους τούτους Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι’ αὐτοῦ Θεὸς ἐν μέσῳ ὑμῶν καθὼς αὐτοὶ οἴδατε
23this Jesus, delivered up according to the definite plan and foreknowledge of God, you crucified and killed by the hands of lawless men.23τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε
24God raised him up, loosing the pangs of death, because it was not possible for him to be held by it.24ὃν Θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ
25For David says concerning him, “‘I saw the Lord always before me, for he is at my right hand that I may not be shaken;25Δαυὶδ γὰρ λέγει εἰς αὐτόν Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ
26therefore my heart was glad, and my tongue rejoiced; my flesh also will dwell in hope.26διὰ τοῦτο ηὐφράνθη μου «ἡ καρδία» καὶ ἠγαλλιάσατο γλῶσσά μου ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι
27For you will not abandon my soul to Hades, or let your Holy One see corruption.27ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν
28You have made known to me the paths of life; you will make me full of gladness with your presence.’28ἐγνώρισάς μοι ὁδοὺς ζωῆς πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου
29“Brothers, I may say to you with confidence about the patriarch David that he both died and was buried, and his tomb is with us to this day.29Ἄνδρες ἀδελφοί ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης
30Being therefore a prophet, and knowing that God had sworn with an oath to him that he would set one of his descendants on his throne,30προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ
31he foresaw and spoke about the resurrection of the Christ, that he was not abandoned to Hades, nor did his flesh see corruption.31προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾅδην οὔτε σὰρξ αὐτοῦ εἶδεν διαφθοράν
32This Jesus God raised up, and of that we all are witnesses.32Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν Θεός οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες
33Being therefore exalted at the right hand of God, and having received from the Father the promise of the Holy Spirit, he has poured out this that you yourselves are seeing and hearing.33τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεεν τοῦτο ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε
34For David did not ascend into the heavens, but he himself says, “‘The Lord said to my Lord, “Sit at my right hand,34Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς λέγει δὲ αὐτός Εἶπεν ‹ὁ› Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου
35until I make your enemies your footstool.”’35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
36Let all the house of Israel therefore know for certain that God has made him both Lord and Christ, this Jesus whom you crucified.”36Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν Θεός τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε
37Now when they heard this they were cut to the heart, and said to Peter and the rest of the apostles, “Brothers, what shall we do?”37Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους Τί ποιήσωμεν ἄνδρες ἀδελφοί
38And Peter said to them, “Repent and be baptized every one of you in the name of Jesus Christ for the forgiveness of your sins, and you will receive the gift of the Holy Spirit.38Πέτρος δὲ πρὸς αὐτούς Μετανοήσατε [φησίν] Καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος
39For the promise is for you and for your children and for all who are far off, everyone whom the Lord our God calls to himself.”39ὑμῖν γάρ ἐστιν ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος Θεὸς ἡμῶν
40And with many other words he bore witness and continued to exhort them, saying, “Save yourselves from this crooked generation.”40Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης
41So those who received his word were baptized, and there were added that day about three thousand souls.41οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι
42And they devoted themselves to the apostles’ teaching and the fellowship, to the breaking of bread and the prayers.42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς
43And awe came upon every soul, and many wonders and signs were being done through the apostles.43Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος πολλά τε* τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο
44And all who believed were together and had all things in common.44Πάντες δὲ οἱ ‹πιστεύοντες ἦσαν› ἐπὶ τὸ αὐτὸ ‹καὶ› εἶχον ἅπαντα κοινά
45And they were selling their possessions and belongings and distributing the proceeds to all, as any had need.45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν
46And day by day, attending the temple together and breaking bread in their homes, they received their food with glad and generous hearts,46Καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ κλῶντές τε κατ’ οἶκον ἄρτον μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας
47praising God and having favor with all the people. And the Lord added to their number day by day those who were being saved.47αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό
ESV Text Edition: 2016. The ESV® Bible (The Holy Bible, English Standard Version®) copyright © 2001 by Crossway Bibles, a publishing ministry of Good News Publishers. The ESV® text has been reproduced in cooperation with and by permission of Good News Publishers. Unauthorized reproduction of this publication is prohibited. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 1
Top of Page
Top of Page