Acts 2
NET Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
NET BibleGreek Study Bible
1Now when the day of Pentecost had come, they were all together in one place.1Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό
2Suddenly a sound like a violent wind blowing came from heaven and filled the entire house where they were sitting.2καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι
3And tongues spreading out like a fire appeared to them and came to rest on each one of them.3καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν
4All of them were filled with the Holy Spirit, and they began to speak in other languages as the Spirit enabled them. 4καὶ ἐπλήσθησαν πάντες Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς
5Now there were devout Jews from every nation under heaven residing in Jerusalem.5Ἦσαν δὲ εἰς Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν
6When this sound occurred, a crowd gathered and was in confusion, because each one heard them speaking in his own language.6γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν
7Completely baffled, they said, "Aren't all these who are speaking Galileans?7Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχ* ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι
8And how is it that each one of us hears them in our own native language?8καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν
9Parthians, Medes, Elamites, and residents of Mesopotamia, Judea and Cappadocia, Pontus and the province of Asia,9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται* καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν Πόντον καὶ τὴν Ἀσίαν
10Phrygia and Pamphylia, Egypt and the parts of Libya near Cyrene, and visitors from Rome,10Φρυγίαν τε καὶ Παμφυλίαν Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι
11both Jews and proselytes, Cretans and Arabs--we hear them speaking in our own languages about the great deeds God has done!"11Ἰουδαῖοί τε καὶ προσήλυτοι Κρῆτες καὶ Ἄραβες ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ
12All were astounded and greatly confused, saying to one another, "What does this mean?"12Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν* ἄλλος πρὸς ἄλλον λέγοντες Τί θέλει τοῦτο εἶναι
13But others jeered at the speakers, saying, "They are drunk on new wine!" 13Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν
14But Peter stood up with the eleven, raised his voice, and addressed them: "You men of Judea and all you who live in Jerusalem, know this and listen carefully to what I say.14Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου
15In spite of what you think, these men are not drunk, for it is only nine o'clock in the morning.15οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας
16But this is what was spoken about through the prophet Joel: 16ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ
17And in the last days it will be,' God says, 'that I will pour out my Spirit on all people, and your sons and your daughters will prophesy, and your young men will see visions, and your old men will dream dreams. 17Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις λέγει Θεός ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται
18Even on my servants, both men and women, I will pour out my Spirit in those days, and they will prophesy. 18καί‿ γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου καὶ προφητεύσουσιν
19And I will perform wonders in the sky above and miraculous signs on the earth below, blood and fire and clouds of smoke. 19καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ
20The sun will be changed to darkness and the moon to blood before the great and glorious day of the Lord comes. 20 ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ σελήνη εἰς αἷμα πρὶν ‹ἢ› ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ
21And then everyone who calls on the name of the Lord will be saved.' 21καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται
22"Men of Israel, listen to these words: Jesus the Nazarene, a man clearly attested to you by God with powerful deeds, wonders, and miraculous signs that God performed among you through him, just as you yourselves know--22Ἄνδρες Ἰσραηλῖται ἀκούσατε τοὺς λόγους τούτους Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι’ αὐτοῦ Θεὸς ἐν μέσῳ ὑμῶν καθὼς αὐτοὶ οἴδατε
23this man, who was handed over by the predetermined plan and foreknowledge of God, you executed by nailing him to a cross at the hands of Gentiles.23τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε
24But God raised him up, having released him from the pains of death, because it was not possible for him to be held in its power.24ὃν Θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ
25For David says about him, 'I saw the Lord always in front of me, for he is at my right hand so that I will not be shaken. 25Δαυὶδ γὰρ λέγει εἰς αὐτόν Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ
26Therefore my heart was glad and my tongue rejoiced; my body also will live in hope, 26διὰ τοῦτο ηὐφράνθη μου «ἡ καρδία» καὶ ἠγαλλιάσατο γλῶσσά μου ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι
27because you will not leave my soul in Hades, nor permit your Holy One to experience decay. 27ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν
28You have made known to me the paths of life; you will make me full of joy with your presence.' 28ἐγνώρισάς μοι ὁδοὺς ζωῆς πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου
29"Brothers, I can speak confidently to you about our forefather David, that he both died and was buried, and his tomb is with us to this day.29Ἄνδρες ἀδελφοί ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης
30So then, because he was a prophet and knew that God had sworn to him with an oath to seat one of his descendants on his throne,30προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ
31David by foreseeing this spoke about the resurrection of the Christ, that he was neither abandoned to Hades, nor did his body experience decay.31προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾅδην οὔτε σὰρξ αὐτοῦ εἶδεν διαφθοράν
32This Jesus God raised up, and we are all witnesses of it.32Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν Θεός οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες
33So then, exalted to the right hand of God, and having received the promise of the Holy Spirit from the Father, he has poured out what you both see and hear.33τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεεν τοῦτο ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε
34For David did not ascend into heaven, but he himself says, 'The Lord said to my lord, "Sit at my right hand 34Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς λέγει δὲ αὐτός Εἶπεν ‹ὁ› Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου
35until I make your enemies a footstool for your feet."' 35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
36Therefore let all the house of Israel know beyond a doubt that God has made this Jesus whom you crucified both Lord and Christ." 36Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν Θεός τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε
37Now when they heard this, they were acutely distressed and said to Peter and the rest of the apostles, "What should we do, brothers?"37Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους Τί ποιήσωμεν ἄνδρες ἀδελφοί
38Peter said to them, "Repent, and each one of you be baptized in the name of Jesus Christ for the forgiveness of your sins, and you will receive the gift of the Holy Spirit.38Πέτρος δὲ πρὸς αὐτούς Μετανοήσατε [φησίν] Καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος
39For the promise is for you and your children, and for all who are far away, as many as the Lord our God will call to himself."39ὑμῖν γάρ ἐστιν ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος Θεὸς ἡμῶν
40With many other words he testified and exhorted them saying, "Save yourselves from this perverse generation!"40Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης
41So those who accepted his message were baptized, and that day about three thousand people were added. 41οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι
42They were devoting themselves to the apostles' teaching and to fellowship, to the breaking of bread and to prayer.42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς
43Reverential awe came over everyone, and many wonders and miraculous signs came about by the apostles.43Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος πολλά τε* τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο
44All who believed were together and held everything in common,44Πάντες δὲ οἱ ‹πιστεύοντες ἦσαν› ἐπὶ τὸ αὐτὸ ‹καὶ› εἶχον ἅπαντα κοινά
45and they began selling their property and possessions and distributing the proceeds to everyone, as anyone had need.45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν
46Every day they continued to gather together by common consent in the temple courts, breaking bread from house to house, sharing their food with glad and humble hearts,46Καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ κλῶντές τε κατ’ οἶκον ἄρτον μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας
47praising God and having the good will of all the people. And the Lord was adding to their number every day those who were being saved. 47αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό
NET Bible copyright © 1996-2006 by Biblical Studies Press, L.L.C. //netbible.com. Used by permission. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 1
Top of Page
Top of Page