Acts 15
NET Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
NET BibleGreek Study Bible
1Now some men came down from Judea and began to teach the brothers, "Unless you are circumcised according to the custom of Moses, you cannot be saved."1Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως οὐ δύνασθε σωθῆναι
2When Paul and Barnabas had a major argument and debate with them, the church appointed Paul and Barnabas and some others from among them to go up to meet with the apostles and elders in Jerusalem about this point of disagreement.2γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου
3So they were sent on their way by the church, and as they passed through both Phoenicia and Samaria, they were relating at length the conversion of the Gentiles and bringing great joy to all the brothers.3Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς
4When they arrived in Jerusalem, they were received by the church and the apostles and the elders, and they reported all the things God had done with them.4παραγενόμενοι δὲ εἰς Ἱεροσόλυμα παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων ἀνήγγειλάν τε ὅσα Θεὸς ἐποίησεν μετ’ αὐτῶν
5But some from the religious party of the Pharisees who had believed stood up and said, "It is necessary to circumcise the Gentiles and to order them to observe the law of Moses." 5Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως
6Both the apostles and the elders met together to deliberate about this matter.6Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου
7After there had been much debate, Peter stood up and said to them, "Brothers, you know that some time ago God chose me to preach to the Gentiles so they would hear the message of the gospel and believe.7Πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς Ἄνδρες ἀδελφοί ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο Θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι
8And God, who knows the heart, has testified to them by giving them the Holy Spirit just as he did to us,8καὶ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ Πνεῦμα τὸ Ἅγιον καθὼς καὶ ἡμῖν
9and he made no distinction between them and us, cleansing their hearts by faith.9καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν
10So now why are you putting God to the test by placing on the neck of the disciples a yoke that neither our ancestors nor we have been able to bear?10Νῦν οὖν τί πειράζετε τὸν Θεόν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι
11On the contrary, we believe that we are saved through the grace of the Lord Jesus, in the same way as they are." 11ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι
12The whole group kept quiet and listened to Barnabas and Paul while they explained all the miraculous signs and wonders God had done among the Gentiles through them.12Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν
13After they stopped speaking, James replied, "Brothers, listen to me.13Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων Ἄνδρες ἀδελφοί ἀκούσατέ μου
14Simeon has explained how God first concerned himself to select from among the Gentiles a people for his name.14Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ
15The words of the prophets agree with this, as it is written, 15καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται
16After this I will return, and I will rebuild the fallen tent of David; I will rebuild its ruins and restore it, 16Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα* αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν
17so that the rest of humanity may seek the Lord, namely, all the Gentiles I have called to be my own,' says the Lord, who makes these things 17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς λέγει Κύριος ποιῶν ταῦτα
18known from long ago. 18γνωστὰ ἀπ’ αἰῶνος ⧼ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ⧽
19"Therefore I conclude that we should not cause extra difficulty for those among the Gentiles who are turning to God,19Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν
20but that we should write them a letter telling them to abstain from things defiled by idols and from sexual immorality and from what has been strangled and from blood.20ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ ‹τοῦ› πνικτοῦ καὶ τοῦ αἵματος
21For Moses has had those who proclaim him in every town from ancient times, because he is read aloud in the synagogues every Sabbath." 21Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος
22Then the apostles and elders, with the whole church, decided to send men chosen from among them, Judas called Barsabbas and Silas, leaders among the brothers, to Antioch with Paul and Barnabas.22Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς
23They sent this letter with them: From the apostles and elders, your brothers, to the Gentile brothers and sisters in Antioch, Syria, and Cilicia, greetings!23γράψαντες διὰ χειρὸς αὐτῶν Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ Τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν Χαίρειν
24Since we have heard that some have gone out from among us with no orders from us and have confused you, upsetting your minds by what they said,24Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ‹ἐξελθόντες› ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν ⧼λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον⧽ οἷς οὐ διεστειλάμεθα
25we have unanimously decided to choose men to send to you along with our dear friends Barnabas and Paul,25ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις* ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ
26who have risked their lives for the name of our Lord Jesus Christ.26ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
27Therefore we are sending Judas and Silas who will tell you these things themselves in person.27ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά
28For it seemed best to the Holy Spirit and to us not to place any greater burden on you than these necessary rules:28Ἔδοξεν γὰρ τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες
29that you abstain from meat that has been sacrificed to idols and from blood and from what has been strangled and from sexual immorality. If you keep yourselves from doing these things, you will do well. Farewell. 29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε Ἔρρωσθε
30So when they were dismissed, they went down to Antioch, and after gathering the entire group together, they delivered the letter.30Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν
31When they read it aloud, the people rejoiced at its encouragement.31ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει
32Both Judas and Silas, who were prophets themselves, encouraged and strengthened the brothers with a long speech.32Ἰούδας τε καὶ Σιλᾶς καὶ αὐτοὶ προφῆται ὄντες διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν
33After they had spent some time there, they were sent off in peace by the brothers to those who had sent them.33ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς
3434{ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ}
35But Paul and Barnabas remained in Antioch, teaching and proclaiming (along with many others) the word of the Lord. 35Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου
36After some days Paul said to Barnabas, "Let's return and visit the brothers in every town where we proclaimed the word of the Lord to see how they are doing."36Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρνάβαν Παῦλος Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου πῶς ἔχουσιν
37Barnabas wanted to bring John called Mark along with them too,37Βαρνάβας δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μάρκον
38but Paul insisted that they should not take along this one who had left them in Pamphylia and had not accompanied them in the work.38Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον
39They had a sharp disagreement, so that they parted company. Barnabas took along Mark and sailed away to Cyprus,39Ἐγένετο δὲ παροξυσμός ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον
40but Paul chose Silas and set out, commended to the grace of the Lord by the brothers and sisters.40Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ Κυρίου ὑπὸ τῶν ἀδελφῶν
41He passed through Syria and Cilicia, strengthening the churches. 41διήρχετο δὲ τὴν Συρίαν καὶ ‹τὴν› Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας
NET Bible copyright © 1996-2006 by Biblical Studies Press, L.L.C. //netbible.com. Used by permission. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 14
Top of Page
Top of Page