Luke 20
ISV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
International Standard VersionGreek Study Bible
1One day, while Jesus was teaching the people in the Temple and telling them the good news, the high priests and the scribes came with the elders 1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
2and asked him, "Tell us: By what authority are you doing these things, and who gave you this authority?"2καὶ εἶπαν λέγοντες πρὸς αὐτόν Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς τίς ἐστιν δούς σοι τὴν ἐξουσίαν ταύτην
3He answered them, "I, too, will ask you a question. Tell me: 3Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον καὶ εἴπατέ μοι
4Was John's authority to baptize from heaven or from humans?"4Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων
5They discussed this among themselves: "If we say, 'From heaven,' he will ask, 'Then why didn't you believe him?' 5Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ
6But if we say, 'From humans,' all the people will stone us to death, because they are convinced that John was a prophet." 6ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων λαὸς ἅπας καταλιθάσει ἡμᾶς πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι
7So they answered that they didn't know where it was from.7Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν
8Then Jesus told them, "Then I won't tell you by what authority I'm doing these things."8Καὶ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ
9Then he began to tell the people this parable: "A man planted a vineyard, leased it to tenant farmers, and went abroad for a long time. 9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην Ἄνθρωπος [τις] ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς
10At the right time he sent a servant to the farmers in order to get his share of the produce of the vineyard. But the farmers beat him and sent him back empty-handed. 10καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν
11He sent another servant, and they beat him, too, treated him shamefully, and sent him back empty-handed. 11Καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν
12Then he sent a third, and they wounded him and threw him out, too.12Καὶ προσέθετο τρίτον πέμψαι οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον
13"Then the owner of the vineyard said, 'What should I do? I'll send my son whom I love. Maybe they'll respect him.' 13Εἶπεν δὲ κύριος τοῦ ἀμπελῶνος Τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν ἴσως τοῦτον ἐντραπήσονται
14But when the farmers saw him, they talked it over among themselves and said, 'This is the heir. Let's kill him so that the inheritance will be ours!' 14Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες Οὗτός ἐστιν κληρονόμος ἀποκτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται κληρονομία
15So they threw him out of the vineyard and killed him. Now what will the owner of the vineyard do to them? 15καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν Τί οὖν ποιήσει αὐτοῖς κύριος τοῦ ἀμπελῶνος
16He will come and destroy those farmers and give the vineyard to others." Those who heard him said, "That must never happen!"16ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις Ἀκούσαντες δὲ εἶπαν Μὴ γένοιτο
17But Jesus looked at them and asked, "What does this text mean: 'The stone that the builders rejected has become the cornerstone'? 17 δὲ ἐμβλέψας αὐτοῖς εἶπεν Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες Οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
18Everyone who falls on that stone will be broken to pieces, and it will crush anyone on whom it falls."18Πᾶς πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν
19When the scribes and the high priests realized that Jesus had told this parable about them, they wanted to arrest him right then, but they were afraid of the crowd.19Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην
20So they watched him closely and sent spies who pretended to be honest men in order to trap him in what he would say. They wanted to hand him over to the jurisdiction of the governor, 20Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐνκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος
21so they asked him, "Teacher, we know that you're right in what you say and teach, and that you don't favor any individual, but teach the way of God truthfully. 21καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Διδάσκαλε οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις
22Is it lawful for us to pay taxes to Caesar or not?"22ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι οὔ
23But he discerned their craftiness and responded to them, 23Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς
24"Show me a denarius. Whose face and name does it have?" "Caesar's," they replied.24Δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν Οἱ δὲ εἶπαν Καίσαρος
25So he told them, "Then give back to Caesar the things that are Caesar's, and to God the things that are God's."25 δὲ εἶπεν πρὸς αὐτούς Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ
26So they couldn't catch him before the people in what he said. Amazed at his answer, they became silent.26Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν
27Now some Sadducees, who claim there is no resurrection, came to Jesus27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι ἐπηρώτησαν αὐτὸν
28and asked him, "Teacher, Moses wrote for us that if a man's brother dies and leaves a wife but no child, the man should marry the widow and have children for his brother. 28λέγοντες Διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
29Now there were seven brothers. The first one married and died childless. 29ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν καὶ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος
30Then the second 30καὶ δεύτερος ⧼τὴν γυναῖκα καὶ οὗτος ἀπέθανεν ἄτεκνος⧽
31and the third married her. In the same way, all seven died and left no children. 31καὶ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον
32Finally, the woman died, too. 32ὕστερον καὶ γυνὴ ἀπέθανεν
33Now in the resurrection, whose wife will the woman be, since the seven had married her?"33 γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα
34Jesus told them, "Those who belong to this age marry and are married, 34Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται
35but those who are considered worthy of a place in that age and in the resurrection from the dead neither marry nor are given in marriage. 35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται
36Nor can they die anymore, because they are like the angels and, since they share in the resurrection, are God's children. 36οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν Θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες
37Even Moses demonstrated in the story about the bush that the dead are raised, when he calls the Lord, 'the God of Abraham, the God of Isaac, and the God of Jacob.'37Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς Βάτου ὡς λέγει Κύριον Τὸν Θεὸν Ἀβραὰμ καὶ Θεὸν Ἰσαὰκ καὶ Θεὸν Ἰακώβ
38He is not the God of the dead, but of the living, because he considers all people to be alive to him."38Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων πάντες γὰρ αὐτῷ ζῶσιν
39Then some of the scribes replied, "Teacher, you have given a fine answer." 39Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν Διδάσκαλε καλῶς εἶπας
40Then they no longer dared to ask him another question.40οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν
41Then he asked them, "How can people say that the Messiah is David's son? 41Εἶπεν δὲ πρὸς αὐτούς Πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν
42Because David himself in the book of Psalms says, 'The Lord told my Lord, "Sit at my right hand,42αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου
43until I make your enemies a footstool for your feet."' 43Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου Ὑποπόδιον τῶν ποδῶν σου
44So David calls him 'Lord.' Then how can he be his son?"44Δαυὶδ οὖν αὐτὸν Κύριον καλεῖ καὶ πῶς αὐτοῦ υἱός ἐστιν
45While all the people were listening, he told his disciples, 45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς [αὐτοῦ]
46"Beware of the scribes! They like to walk around in long robes and love to be greeted in the marketplaces and to have the best seats in the synagogues and the places of honor at banquets. 46Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις
47They devour widows' houses and say long prayers to cover it up. They will receive greater condemnation!"47οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται οὗτοι λήμψονται περισσότερον κρίμα
The Holy Bible: International Standard Version® Release 2.1 Copyright © 1996-2012 The ISV Foundation
ALL RIGHTS RESERVED INTERNATIONALLY.
Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Luke 19
Top of Page
Top of Page