Acts 22
NKJV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New King James VersionGreek Study Bible
1“Brethren and fathers, hear my defense before you now.”1Ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας
2And when they heard that he spoke to them in the Hebrew language, they kept all the more silent. Then he said:2ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν Καὶ φησίν
3“I am indeed a Jew, born in Tarsus of Cilicia, but brought up in this city at the feet of Gamaliel, taught according to the strictness of our fathers’ law, and was zealous toward God as you all are today.3Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον
4I persecuted this Way to the death, binding and delivering into prisons both men and women,4ὃς ταύτην τὴν Ὁδὸν ἐδίωξα ἄχρι θανάτου δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας
5as also the high priest bears me witness, and all the council of the elders, from whom I also received letters to the brethren, and went to Damascus to bring in chains even those who were there to Jerusalem to be punished.5ὡς καὶ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον παρ’ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν
6“Now it happened, as I journeyed and came near Damascus at about noon, suddenly a great light from heaven shone around me.6Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ
7And I fell to the ground and heard a voice saying to me, ‘Saul, Saul, why are you persecuting Me?’7ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι Σαοὺλ Σαούλ τί με διώκεις
8So I answered, ‘Who are You, Lord?’ And He said to me, ‘I am Jesus of Nazareth, whom you are persecuting.’8Ἐγὼ δὲ ἀπεκρίθην Τίς εἶ Κύριε Εἶπέν τε πρὸς ἐμέ Ἐγώ εἰμι Ἰησοῦς Ναζωραῖος ὃν σὺ διώκεις
9“And those who were with me indeed saw the light and were afraid, but they did not hear the voice of Him who spoke to me.9οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι
10So I said, ‘What shall I do, Lord?’ And the Lord said to me, ‘Arise and go into Damascus, and there you will be told all things which are appointed for you to do.’10Εἶπον δέ Τί ποιήσω Κύριε δὲ Κύριος εἶπεν πρός με Ἀναστὰς πορεύου εἰς Δαμασκόν κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι
11And since I could not see for the glory of that light, being led by the hand of those who were with me, I came into Damascus.11Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν
12“Then a certain Ananias, a devout man according to the law, having a good testimony with all the Jews who dwelt there,12Ἁνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων
13came to me; and he stood and said to me, ‘Brother Saul, receive your sight.’ And at that same hour I looked up at him.13ἐλθὼν πρὸς ἐμὲ καὶ ἐπιστὰς εἶπέν μοι Σαοὺλ ἀδελφέ ἀνάβλεψον κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν
14Then he said, ‘The God of our fathers has chosen you that you should know His will, and see the Just One, and hear the voice of His mouth.14 δὲ εἶπεν Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν Δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ
15For you will be His witness to all men of what you have seen and heard.15ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας
16And now why are you waiting? Arise and be baptized, and wash away your sins, calling on the name of the Lord.’16καὶ νῦν τί μέλλεις ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ
17“Now it happened, when I returned to Jerusalem and was praying in the temple, that I was in a trance17Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
18and saw Him saying to me, ‘Make haste and get out of Jerusalem quickly, for they will not receive your testimony concerning Me.’18καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ
19So I said, ‘Lord, they know that in every synagogue I imprisoned and beat those who believe on You.19Κἀγὼ εἶπον Κύριε αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ
20And when the blood of Your martyr Stephen was shed, I also was standing by consenting to his death, and guarding the clothes of those who were killing him.’20καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν
21Then He said to me, ‘Depart, for I will send you far from here to the Gentiles.’ ”21Καὶ εἶπεν πρός με Πορεύου ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε
22And they listened to him until this word, and then they raised their voices and said, “Away with such a fellow from the earth, for he is not fit to live!”22Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν
23Then, as they cried out and tore off their clothes and threw dust into the air,23Κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα
24the commander ordered him to be brought into the barracks, and said that he should be examined under scourging, so that he might know why they shouted so against him.24ἐκέλευσεν χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ
25And as they bound him with thongs, Paul said to the centurion who stood by, “Is it lawful for you to scourge a man who is a Roman, and uncondemned?”25Ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον Παῦλος Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν
26When the centurion heard that, he went and told the commander, saying, “Take care what you do, for this man is a Roman.”26Ἀκούσας δὲ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων Τί μέλλεις ποιεῖν γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν
27Then the commander came and said to him, “Tell me, are you a Roman?” He said, “Yes.”27Προσελθὼν δὲ χιλίαρχος εἶπεν αὐτῷ Λέγε μοι σὺ Ῥωμαῖος εἶ δὲ ἔφη Ναί
28The commander answered, “With a large sum I obtained this citizenship.” And Paul said, “But I was born a citizen.28Ἀπεκρίθη δὲ χιλίαρχος Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην Δὲ Παῦλος ἔφη Ἐγὼ δὲ καὶ γεγέννημαι
29Then immediately those who were about to examine him withdrew from him; and the commander was also afraid after he found out that he was a Roman, and because he had bound him.29Εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν καὶ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς
30The next day, because he wanted to know for certain why he was accused by the Jews, he released him from his bonds, and commanded the chief priests and all their council to appear, and brought Paul down and set him before them.30Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν αὐτόν καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς
The Holy Bible, New King James Version, Copyright © 1982 Thomas Nelson. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 21
Top of Page
Top of Page