Acts 20
NET Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
NET BibleGreek Study Bible
1After the disturbance had ended, Paul sent for the disciples, and after encouraging them and saying farewell, he left to go to Macedonia.1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν
2After he had gone through those regions and spoken many words of encouragement to the believers there, he came to Greece,2διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
3where he stayed for three months. Because the Jews had made a plot against him as he was intending to sail for Syria, he decided to return through Macedonia.3ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας
4Paul was accompanied by Sopater son of Pyrrhus from Berea, Aristarchus and Secundus from Thessalonica, Gaius from Derbe, and Timothy, as well as Tychicus and Trophimus from the province of Asia.4Συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος
5These had gone on ahead and were waiting for us in Troas.5οὗτοι δὲ προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι
6We sailed away from Philippi after the days of Unleavened Bread, and within five days we came to the others in Troas, where we stayed for seven days.6ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε ὅπου διετρίψαμεν ἡμέρας ἑπτά
7On the first day of the week, when we met to break bread, Paul began to speak to the people, and because he intended to leave the next day, he extended his message until midnight.7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου
8(Now there were many lamps in the upstairs room where we were meeting.)8Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι
9A young man named Eutychus, who was sitting in the window, was sinking into a deep sleep while Paul continued to speak for a long time. Fast asleep, he fell down from the third story and was picked up dead.9καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός
10But Paul went down, threw himself on the young man, put his arms around him, and said, "Do not be distressed, for he is still alive!"10καταβὰς δὲ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν Μὴ θορυβεῖσθε γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν
11Then Paul went back upstairs, and after he had broken bread and eaten, he talked with them a long time, until dawn. Then he left.11Ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν
12They took the boy home alive and were greatly comforted. 12ἤγαγον δὲ τὸν παῖδα ζῶντα καὶ παρεκλήθησαν οὐ μετρίως
13We went on ahead to the ship and put out to sea for Assos, intending to take Paul aboard there, for he had arranged it this way. He himself was intending to go there by land.13Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν
14When he met us in Assos, we took him aboard and went to Mitylene.14ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην
15We set sail from there, and on the following day we arrived off Chios. The next day we approached Samos, and the day after that we arrived at Miletus.15κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον
16For Paul had decided to sail past Ephesus so as not to spend time in the province of Asia, for he was hurrying to arrive in Jerusalem, if possible, by the day of Pentecost.16Κεκρίκει γὰρ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα
17From Miletus he sent a message to Ephesus, telling the elders of the church to come to him. 17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας
18When they arrived, he said to them, "You yourselves know how I lived the whole time I was with you, from the first day I set foot in the province of Asia,18Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην
19serving the Lord with all humility and with tears, and with the trials that happened to me because of the plots of the Jews.19δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων
20You know that I did not hold back from proclaiming to you anything that would be helpful, and from teaching you publicly and from house to house,20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους
21testifying to both Jews and Greeks about repentance toward God and faith in our Lord Jesus.21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν {Χριστόν}
22And now, compelled by the Spirit, I am going to Jerusalem without knowing what will happen to me there,22Καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ τὰ ἐν αὐτῇ συναντήσοντά μοι* μὴ εἰδώς
23except that the Holy Spirit warns me in town after town that imprisonment and persecutions are waiting for me.23πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν
24But I do not consider my life worth anything to myself, so that I may finish my task and the ministry that I received from the Lord Jesus, to testify to the good news of God's grace. 24ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι* τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ
25"And now I know that none of you among whom I went around proclaiming the kingdom will see me again.25Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν
26Therefore I declare to you today that I am innocent of the blood of you all.26διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων
27For I did not hold back from announcing to you the whole purpose of God.27οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ὑμῖν
28Watch out for yourselves and for all the flock of which the Holy Spirit has made you overseers, to shepherd the church of God that he obtained with the blood of his own Son.28Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου
29I know that after I am gone fierce wolves will come in among you, not sparing the flock.29ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου
30Even from among your own group men will arise, teaching perversions of the truth to draw the disciples away after them.30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν
31Therefore be alert, remembering that night and day for three years I did not stop warning each one of you with tears.31διὸ γρηγορεῖτε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον
32And now I entrust you to God and to the message of his grace. This message is able to build you up and give you an inheritance among all those who are sanctified.32Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ θεῷ* καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν
33I have desired no one's silver or gold or clothing.33Ἀργυρίου χρυσίου ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα
34You yourselves know that these hands of mine provided for my needs and the needs of those who were with me.34αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται
35By all these things, I have shown you that by working in this way we must help the weak, and remember the words of the Lord Jesus that he himself said, 'It is more blessed to give than to receive.'" 35πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι λαμβάνειν
36When he had said these things, he knelt down with them all and prayed.36Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο
37They all began to weep loudly, and hugged Paul and kissed him,37ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν
38especially saddened by what he had said, that they were not going to see him again. Then they accompanied him to the ship. 38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον
NET Bible copyright © 1996-2006 by Biblical Studies Press, L.L.C. //netbible.com. Used by permission. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 19
Top of Page
Top of Page