Acts 15
ISV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
International Standard VersionGreek Study Bible
1Then some men came down from Judea and started to teach the brothers, "Unless you are circumcised according to the Law of Moses, you can't be saved." 1Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως οὐ δύνασθε σωθῆναι
2Paul and Barnabas had quite a dispute and argument with them. So Paul and Barnabas and some of the others were appointed to go up to Jerusalem to confer with the apostles and elders about this question. 2γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου
3They were sent on their way by the church, and as they were going through Phoenicia and Samaria they told of the conversion of the gentiles and brought great joy to all the brothers. 3Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς
4When they arrived in Jerusalem, they were welcomed by the church, the apostles, and the elders, and they reported everything that God had done through them. 4παραγενόμενοι δὲ εἰς Ἱεροσόλυμα παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων ἀνήγγειλάν τε ὅσα Θεὸς ἐποίησεν μετ’ αὐτῶν
5But some believers from the party of the Pharisees stood up and said, "The gentiles must be circumcised and ordered to keep the Law of Moses."5Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως
6So the apostles and the elders met to look into this claim. 6Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου
7After a lengthy debate, Peter stood up and told them, "Brothers, you know that in the early days, God chose me to be the one among you through whom the gentiles would hear the message of the gospel and believe. 7Πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς Ἄνδρες ἀδελφοί ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο Θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι
8God, who knows everyone's heart, showed them he approved by giving them the Holy Spirit, just as he did to us. 8καὶ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ Πνεῦμα τὸ Ἅγιον καθὼς καὶ ἡμῖν
9He made no distinction between them and us, because of their faith-cleansed hearts. 9καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν
10So why do you test God by putting on the disciples' neck a yoke that neither our ancestors nor we could carry? 10Νῦν οὖν τί πειράζετε τὸν Θεόν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι
11We certainly believe that it is through the grace of the Lord Jesus, the Messiah, that we are saved, just as they are."11ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι
12The whole crowd was silent as they listened to Barnabas and Paul tell about all the signs and wonders that God had done through them among the gentiles. 12Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν
13After Paul and Barnabas had finished speaking, James responded, "Brothers, listen to me: 13Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων Ἄνδρες ἀδελφοί ἀκούσατέ μου
14Simeon has explained how God first showed his concern for the gentiles by taking from among them a people for his name. 14Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ
15This agrees with the words of the prophets. As it is written,15καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται
16"After this, I will come back and set up David's fallen tent again. I will restore its ruined places and set it up again16Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα* αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν
17so that the rest of the people may search for the Lord, including all the gentiles who are called by my name,' declares the Lord. 'He is the one who has been doing these things17ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς λέγει Κύριος ποιῶν ταῦτα
18that have been known from long ago.' 18γνωστὰ ἀπ’ αἰῶνος ⧼ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ⧽
19"Therefore, I have decided that we should not trouble these gentiles who are turning to God. 19Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν
20Instead, we should write to them to keep away from things polluted by idols, from sexual immorality, from anything strangled, and from blood. 2120ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ ‹τοῦ› πνικτοῦ καὶ τοῦ αἵματος
21After all, Moses has had people to proclaim him in every city for generations, and on every Sabbath his books are read aloud in the synagogues."21Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος
22Then the apostles, the elders, and the whole church decided to choose some of their men to send with Paul and Barnabas to Antioch. These were Judas, who was called Barsabbas, and Silas, who were leaders among the brothers. 22Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς
23They wrote this letter for them to deliver: "From: The apostles and the elders, your brothers To: Their gentile brothers in Antioch, Syria, and Cilicia. Greetings. 23γράψαντες διὰ χειρὸς αὐτῶν Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ Τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν Χαίρειν
24We have heard that some men, coming from us without instructions from us, have said things to trouble you and have unsettled you.24Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ‹ἐξελθόντες› ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν ⧼λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον⧽ οἷς οὐ διεστειλάμεθα
25So we have unanimously decided to choose men and send them to you with our dear Barnabas and Paul, 25ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις* ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ
26who have risked their lives for the sake of our Lord Jesus, the Messiah.26ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
27We have therefore sent Judas and Silas to tell you the same things by word of mouth. 27ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά
28For it seemed good to the Holy Spirit and to us not to place on you any burden but these essential requirements: 28Ἔδοξεν γὰρ τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες
29to keep away from food sacrificed to idols, from blood, from anything strangled, and from sexual immorality. If you avoid these things, you will do well. Goodbye."29ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε Ἔρρωσθε
30So the men were sent on their way and arrived in Antioch. They gathered the congregation together and delivered the letter. 30Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν
31When the people read it, they were pleased with how the letter encouraged them. 31ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει
32Then Judas and Silas, who were also prophets, said a lot to encourage and strengthen the brothers. 32Ἰούδας τε καὶ Σιλᾶς καὶ αὐτοὶ προφῆται ὄντες διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν
33After staying there for some time, they were sent back with a greeting from the brothers to those who had sent them.33ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς
3434{ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ}
35Both Paul and Barnabas remained in Antioch to teach and proclaim the word of the Lord, as did many others.35Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου
36A few days later, Paul told Barnabas, "Let's go back and visit the brothers in every town where we proclaimed the word of the Lord and see how they're doing." 36Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρνάβαν Παῦλος Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου πῶς ἔχουσιν
37Barnabas wanted to take along John, who was called Mark, 37Βαρνάβας δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μάρκον
38but Paul did not think it was right to take along the man who had deserted them in Pamphylia and who had not gone with them into the work. 38Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον
39The disagreement was so sharp that they parted ways. Barnabas took Mark and sailed to Cyprus, 39Ἐγένετο δὲ παροξυσμός ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον
40while Paul chose Silas and left after the brothers had entrusted him to the grace of the Lord.40Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ Κυρίου ὑπὸ τῶν ἀδελφῶν
41He went through Syria and Cilicia and strengthened the churches.41διήρχετο δὲ τὴν Συρίαν καὶ ‹τὴν› Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας
The Holy Bible: International Standard Version® Release 2.1 Copyright © 1996-2012 The ISV Foundation
ALL RIGHTS RESERVED INTERNATIONALLY.
Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 14
Top of Page
Top of Page