Acts 25
NKJV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New King James VersionGreek Study Bible
1Now when Festus had come to the province, after three days he went up from Caesarea to Jerusalem.1Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ* μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας
2Then the high priest and the chief men of the Jews informed him against Paul; and they petitioned him,2ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου καὶ παρεκάλουν αὐτὸν
3asking a favor against him, that he would summon him to Jerusalem—while they lay in ambush along the road to kill him.3αἰτούμενοι χάριν κατ’ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν
4But Festus answered that Paul should be kept at Caesarea, and that he himself was going there shortly.4 μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι
5“Therefore,” he said, “let those who have authority among you go down with me and accuse this man, to see if there is any fault in him.”5Οἱ οὖν ἐν ὑμῖν φησίν Δυνατοὶ συνκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ
6And when he had remained among them more than ten days, he went down to Caesarea. And the next day, sitting on the judgment seat, he commanded Paul to be brought.6Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ δέκα καταβὰς εἰς Καισάρειαν τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι
7When he had come, the Jews who had come down from Jerusalem stood about and laid many serious complaints against Paul, which they could not prove,7παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες οὐκ ἴσχυον ἀποδεῖξαι
8while he answered for himself, “Neither against the law of the Jews, nor against the temple, nor against Caesar have I offended in anything at all.”8Τοῦ Παύλου ἀπολογουμένου ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον
9But Festus, wanting to do the Jews a favor, answered Paul and said, “Are you willing to go up to Jerusalem and there be judged before me concerning these things?”9 Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐμοῦ
10So Paul said, “I stand at Caesar’s judgment seat, where I ought to be judged. To the Jews I have done no wrong, as you very well know.10Εἶπεν δὲ Παῦλος Ἑστὼς «ἐπὶ τοῦ βήματος Καίσαρος» εἰμι οὗ με δεῖ κρίνεσθαι Ἰουδαίους οὐδὲν ἠδίκησα* ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις
11For if I am an offender, or have committed anything deserving of death, I do not object to dying; but if there is nothing in these things of which these men accuse me, no one can deliver me to them. I appeal to Caesar.”11εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι Καίσαρα ἐπικαλοῦμαι
12Then Festus, when he had conferred with the council, answered, “You have appealed to Caesar? To Caesar you shall go!”12Τότε Φῆστος συλλαλήσας* μετὰ τοῦ συμβουλίου ἀπεκρίθη Καίσαρα ἐπικέκλησαι ἐπὶ Καίσαρα πορεύσῃ
13And after some days King Agrippa and Bernice came to Caesarea to greet Festus.13Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον
14When they had been there many days, Festus laid Paul’s case before the king, saying: “There is a certain man left a prisoner by Felix,14ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος
15about whom the chief priests and the elders of the Jews informed me, when I was in Jerusalem, asking for a judgment against him.15περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ’ αὐτοῦ καταδίκην
16To them I answered, ‘It is not the custom of the Romans to deliver any man to destruction before the accused meets the accusers face to face, and has opportunity to answer for himself concerning the charge against him.’16πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος
17Therefore when they had come together, without any delay, the next day I sat on the judgment seat and commanded the man to be brought in.17Συνελθόντων οὖν [αὐτῶν] ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα
18When the accusers stood up, they brought no accusation against him of such things as I supposed,18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν
19but had some questions against him about their own religion and about a certain Jesus, who had died, whom Paul affirmed to be alive.19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν Παῦλος ζῆν
20And because I was uncertain of such questions, I asked whether he was willing to go to Jerusalem and there be judged concerning these matters.20Ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων
21But when Paul appealed to be reserved for the decision of Augustus, I commanded him to be kept till I could send him to Caesar.”21τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα
22Then Agrippa said to Festus, “I also would like to hear the man myself.” “Tomorrow,” he said, “you shall hear him.”22Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι Αὔριον φησίν Ἀκούσῃ αὐτοῦ
23So the next day, when Agrippa and Bernice had come with great pomp, and had entered the auditorium with the commanders and the prominent men of the city, at Festus’ command Paul was brought in.23Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη Παῦλος
24And Festus said: “King Agrippa and all the men who are here present with us, you see this man about whom the whole assembly of the Jews petitioned me, both at Jerusalem and here, crying out that he was not fit to live any longer.24Καί φησιν Φῆστος Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι
25But when I found that he had committed nothing deserving of death, and that he himself had appealed to Augustus, I decided to send him.25ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν
26I have nothing certain to write to my lord concerning him. Therefore I have brought him out before you, and especially before you, King Agrippa, so that after the examination has taken place I may have something to write.26περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ βασιλεῦ Ἀγρίππα ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω
27For it seems to me unreasonable to send a prisoner and not to specify the charges against him.”27ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σημᾶναι
The Holy Bible, New King James Version, Copyright © 1982 Thomas Nelson. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 24
Top of Page
Top of Page