Matthew 23
NASB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New American Standard Bible 1995Greek Study Bible
1Then Jesus spoke to the crowds and to His disciples,1Τότε Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
2saying: "The scribes and the Pharisees have seated themselves in the chair of Moses;2λέγων Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι
3therefore all that they tell you, do and observe, but do not do according to their deeds; for they say things and do not do them.3πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν
4"They tie up heavy burdens and lay them on men's shoulders, but they themselves are unwilling to move them with so much as a finger.4δεσμεύουσιν δὲ φορτία βαρέα [καὶ δυσβάστακτα] καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά
5"But they do all their deeds to be noticed by men; for they broaden their phylacteries and lengthen the tassels of their garments.5Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα
6"They love the place of honor at banquets and the chief seats in the synagogues,6φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
7and respectful greetings in the market places, and being called Rabbi by men.7καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββί
8"But do not be called Rabbi; for One is your Teacher, and you are all brothers.8Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε
9"Do not call anyone on earth your father; for One is your Father, He who is in heaven.9καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς εἷς γάρ ἐστιν ὑμῶν Πατὴρ οὐράνιος
10"Do not be called leaders; for One is your Leader, that is, Christ.10μηδὲ κληθῆτε καθηγηταί ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς Χριστός
11"But the greatest among you shall be your servant.11 δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος
12"Whoever exalts himself shall be humbled; and whoever humbles himself shall be exalted.12Ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται
13"But woe to you, scribes and Pharisees, hypocrites, because you shut off the kingdom of heaven from people; for you do not enter in yourselves, nor do you allow those who are entering to go in.13Οὐαὶ δὲ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν
14"Woe to you, scribes and Pharisees, hypocrites, because you devour widows' houses, and for a pretense you make long prayers; therefore you will receive greater condemnation.14{Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα}
15"Woe to you, scribes and Pharisees, hypocrites, because you travel around on sea and land to make one proselyte; and when he becomes one, you make him twice as much a son of hell as yourselves.15Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν
16"Woe to you, blind guides, who say, 'Whoever swears by the temple, that is nothing; but whoever swears by the gold of the temple is obligated.'16Οὐαὶ ὑμῖν ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ οὐδέν ἐστιν ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει
17"You fools and blind men! Which is more important, the gold or the temple that sanctified the gold?17μωροὶ καὶ τυφλοί τίς γὰρ μείζων ἐστίν χρυσὸς ναὸς ἁγιάσας τὸν χρυσόν
18"And, 'Whoever swears by the altar, that is nothing, but whoever swears by the offering on it, he is obligated.'18καί Ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ οὐδέν ἐστιν ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει
19"You blind men, which is more important, the offering, or the altar that sanctifies the offering?19τυφλοί τί γὰρ μεῖζον τὸ δῶρον τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον
20"Therefore, whoever swears by the altar, swears both by the altar and by everything on it.20 οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ
21"And whoever swears by the temple, swears both by the temple and by Him who dwells within it.21καὶ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν
22"And whoever swears by heaven, swears both by the throne of God and by Him who sits upon it.22καὶ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ
23"Woe to you, scribes and Pharisees, hypocrites! For you tithe mint and dill and cummin, and have neglected the weightier provisions of the law: justice and mercy and faithfulness; but these are the things you should have done without neglecting the others.23Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι*
24"You blind guides, who strain out a gnat and swallow a camel!24ὁδηγοὶ τυφλοί οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες
25"Woe to you, scribes and Pharisees, hypocrites! For you clean the outside of the cup and of the dish, but inside they are full of robbery and self-indulgence.25Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας
26"You blind Pharisee, first clean the inside of the cup and of the dish, so that the outside of it may become clean also.26Φαρισαῖε τυφλέ καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου ‹καὶ τῆς παροψίδος› ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν
27"Woe to you, scribes and Pharisees, hypocrites! For you are like whitewashed tombs which on the outside appear beautiful, but inside they are full of dead men's bones and all uncleanness.27Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας
28"So you, too, outwardly appear righteous to men, but inwardly you are full of hypocrisy and lawlessness.28οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας
29"Woe to you, scribes and Pharisees, hypocrites! For you build the tombs of the prophets and adorn the monuments of the righteous,29Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων
30and say, 'If we had been living in the days of our fathers, we would not have been partners with them in shedding the blood of the prophets.'30καὶ λέγετε Εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν
31"So you testify against yourselves, that you are sons of those who murdered the prophets.31ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας
32"Fill up, then, the measure of the guilt of your fathers.32καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν
33"You serpents, you brood of vipers, how will you escape the sentence of hell?33ὄφεις γεννήματα ἐχιδνῶν πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης
34"Therefore, behold, I am sending you prophets and wise men and scribes; some of them you will kill and crucify, and some of them you will scourge in your synagogues, and persecute from city to city,34Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν
35so that upon you may fall the guilt of all the righteous blood shed on earth, from the blood of righteous Abel to the blood of Zechariah, the son of Berechiah, whom you murdered between the temple and the altar.35ὅπως ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου
36"Truly I say to you, all these things will come upon this generation.36ἀμὴν λέγω ὑμῖν ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην
37"Jerusalem, Jerusalem, who kills the prophets and stones those who are sent to her! How often I wanted to gather your children together, the way a hen gathers her chicks under her wings, and you were unwilling.37Ἰερουσαλὴμ Ἰερουσαλήμ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε
38"Behold, your house is being left to you desolate!38ἰδοὺ ἀφίεται ὑμῖν οἶκος ὑμῶν ‹ἔρημος›
39"For I say to you, from now on you will not see Me until you say, 'BLESSED IS HE WHO COMES IN THE NAME OF THE LORD!'"39λέγω γὰρ ὑμῖν οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου
New American Standard Bible Copyright © 1960, 1962, 1963, 1968, 1971, 1972, 1973, 1975, 1977, 1995 by The Lockman Foundation, La Habra, Calif. All rights reserved. For Permission to Quote Information visit //www.lockman.orgGreek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Matthew 22
Top of Page
Top of Page