Acts 20
BSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Berean Study BibleGreek Study Bible
1When the uproar had ended, Paul sent for the disciples. And after encouraging them, he said goodbye to them and left for Macedonia.1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν
2After traveling through that area and speaking many words of encouragement, he arrived in Greece,2διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
3where he stayed three months. And when the Jews formed a plot against him as he was about to sail for Syria, he decided to go back through Macedonia.3ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας
4Paul was accompanied by Sopater son of Pyrrhus from Berea, Aristarchus and Secundus from Thessalonica, Gaius from Derbe, Timothy, and Tychicus and Trophimus from the province of Asia.4Συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος
5These men went on ahead and waited for us in Troas.5οὗτοι δὲ προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι
6And after the Feast of Unleavened Bread, we sailed from Philippi, and five days later we rejoined them in Troas, where we stayed seven days.6ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε ὅπου διετρίψαμεν ἡμέρας ἑπτά
7On the first day of the week we came together to break bread. Since Paul was ready to leave the next day, he talked to them and kept on speaking until midnight.7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου
8Now there were many lamps in the upper room where we were gathered.8Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι
9And a certain young man named Eutychus, seated in the window, was sinking into a deep sleep as Paul talked on and on. When he was sound asleep, he fell from the third story and was picked up dead.9καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός
10But Paul went down, threw himself on the young man, and embraced him. “Do not be alarmed!” he said. “He is still alive!”10καταβὰς δὲ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν Μὴ θορυβεῖσθε γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν
11Then Paul went back upstairs, broke bread, and ate. And after speaking until daybreak, he departed.11Ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν
12And the people were greatly relieved to take the boy home alive.12ἤγαγον δὲ τὸν παῖδα ζῶντα καὶ παρεκλήθησαν οὐ μετρίως
13We went on ahead to the ship and sailed to Assos, where we were to take Paul aboard. He had arranged this because he was going there on foot.13Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν
14And when he met us at Assos, we took him aboard and went on to Mitylene.14ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην
15Sailing on from there, we arrived the next day opposite Chios. The day after that we arrived at Samos, and on the following day we came to Miletus.15κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον
16Paul had decided to sail past Ephesus to avoid spending time in the province of Asia, because he was in a hurry to reach Jerusalem, if possible, by the day of Pentecost.16Κεκρίκει γὰρ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα
17From Miletus, Paul sent to Ephesus for the elders of the church.17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας
18When they came to him, he said, “You know how I lived the whole time I was with you, from the first day I arrived in the province of Asia.18Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην
19I served the Lord with great humility and with tears, especially in the trials that came upon me through the plots of the Jews.19δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων
20I did not shrink back from declaring anything that was helpful to you as I taught you publicly and from house to house,20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους
21testifying to Jews and Greeks alike about repentance to God and faith in our Lord Jesus Christ.21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν {Χριστόν}
22And now, compelled by the Spirit, I am going to Jerusalem, not knowing what will happen to me there.22Καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ τὰ ἐν αὐτῇ συναντήσοντά μοι* μὴ εἰδώς
23I only know that in town after town the Holy Spirit warns me that chains and afflictions await me.23πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν
24But I consider my life of no value to me, if only I may finish my course and complete the ministry I have received from the Lord Jesus—the ministry of testifying to the good news of God’s grace.24ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειῶσαι* τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ
25Now I know that none of you among whom I have preached the kingdom will see my face again.25Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν
26Therefore I testify to you this day that I am innocent of the blood of all men.26διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων
27For I did not shrink back from declaring to you the whole will of God.27οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ὑμῖν
28Keep watch over yourselves and the entire flock of which the Holy Spirit has made you overseers. Be shepherds of the church of God, which He purchased with His own blood.28Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου
29I know that after my departure, savage wolves will come in among you and will not spare the flock.29ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου
30Even from your own number, men will rise up and distort the truth to draw away disciples after them.30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν
31Therefore be alert and remember that for three years I never stopped warning each of you night and day with tears.31διὸ γρηγορεῖτε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον
32And now I commit you to God and to the word of His grace, which can build you up and give you an inheritance among all who are sanctified.32Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ θεῷ* καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν
33I have not coveted anyone’s silver or gold or clothing.33Ἀργυρίου χρυσίου ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα
34You yourselves know that these hands of mine have ministered to my own needs and those of my companions.34αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται
35In everything, I showed you that by this kind of hard work we must help the weak, remembering the words of the Lord Jesus Himself: ‘It is more blessed to give than to receive.’ ”35πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι λαμβάνειν
36When Paul had said this, he knelt down with all of them and prayed.36Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο
37They all wept openly as they embraced Paul and kissed him.37ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν
38They were especially grieved by his statement that they would never see his face again. Then they accompanied him to the ship.38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον
The Berean Bible (Berean Study Bible (BSB) © 2016, 2018 by Bible Hub and Berean.Bible. Used by Permission. All rights Reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 19
Top of Page
Top of Page