Acts 23
NIV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New International VersionGreek Study Bible
1Paul looked straight at the Sanhedrin and said, "My brothers, I have fulfilled my duty to God in all good conscience to this day."1Ἀτενίσας δὲ ‹ὁ› Παῦλος τῷ συνεδρίῳ εἶπεν Ἄνδρες ἀδελφοί ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας
2At this the high priest Ananias ordered those standing near Paul to strike him on the mouth.2 δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα
3Then Paul said to him, "God will strike you, you whitewashed wall! You sit there to judge me according to the law, yet you yourself violate the law by commanding that I be struck!"3Τότε Παῦλος πρὸς αὐτὸν εἶπεν Τύπτειν σε μέλλει Θεός τοῖχε κεκονιαμένε καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον καὶ παρανομῶν κελεύεις με τύπτεσθαι
4Those who were standing near Paul said, "How dare you insult God's high priest!"4Οἱ δὲ παρεστῶτες εἶπαν Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς
5Paul replied, "Brothers, I did not realize that he was the high priest; for it is written: 'Do not speak evil about the ruler of your people.'"5Ἔφη τε Παῦλος Οὐκ ᾔδειν ἀδελφοί ὅτι ἐστὶν ἀρχιερεύς γέγραπται γὰρ ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς
6Then Paul, knowing that some of them were Sadducees and the others Pharisees, called out in the Sanhedrin, "My brothers, I am a Pharisee, descended from Pharisees. I stand on trial because of the hope of the resurrection of the dead."6Γνοὺς δὲ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ Ἄνδρες ἀδελφοί ἐγὼ Φαρισαῖός εἰμι υἱὸς Φαρισαίων περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ‹ἐγὼ› κρίνομαι
7When he said this, a dispute broke out between the Pharisees and the Sadducees, and the assembly was divided.7Τοῦτο δὲ αὐτοῦ λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ ἐσχίσθη τὸ πλῆθος
8(The Sadducees say that there is no resurrection, and that there are neither angels nor spirits, but the Pharisees believe all these things.)8Σαδδουκαῖοι ‹μὲν› γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα
9There was a great uproar, and some of the teachers of the law who were Pharisees stood up and argued vigorously. "We find nothing wrong with this man," they said. "What if a spirit or an angel has spoken to him?"9Ἐγένετο δὲ κραυγὴ μεγάλη καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἄγγελος ⧼μὴ θεομαχῶμεν⧽
10The dispute became so violent that the commander was afraid Paul would be torn to pieces by them. He ordered the troops to go down and take him away from them by force and bring him into the barracks.10πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς χιλίαρχος μὴ διασπασθῇ Παῦλος ὑπ’ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν
11The following night the Lord stood near Paul and said, "Take courage! As you have testified about me in Jerusalem, so you must also testify in Rome."11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ Κύριος εἶπεν Θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι
12The next morning some Jews formed a conspiracy and bound themselves with an oath not to eat or drink until they had killed Paul.12Γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον
13More than forty men were involved in this plot.13ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι
14They went to the chief priests and the elders and said, "We have taken a solemn oath not to eat anything until we have killed Paul.14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον
15Now then, you and the Sanhedrin petition the commander to bring him before you on the pretext of wanting more accurate information about his case. We are ready to kill him before he gets here."15νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν
16But when the son of Paul's sister heard of this plot, he went into the barracks and told Paul.16Ἀκούσας δὲ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ
17Then Paul called one of the centurions and said, "Take this young man to the commander; he has something to tell him."17προσκαλεσάμενος δὲ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ
18So he took him to the commander. The centurion said, "Paul, the prisoner, sent for me and asked me to bring this young man to you because he has something to tell you."18 μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ ἔχοντά τι λαλῆσαί σοι
19The commander took the young man by the hand, drew him aside and asked, "What is it you want to tell me?"19Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ χιλίαρχος καὶ ἀναχωρήσας κατ’ ἰδίαν ἐπυνθάνετο Τί ἐστιν ἔχεις ἀπαγγεῖλαί μοι
20He said: "Some Jews have agreed to ask you to bring Paul before the Sanhedrin tomorrow on the pretext of wanting more accurate information about him.20Εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον* τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ
21Don't give in to them, because more than forty of them are waiting in ambush for him. They have taken an oath not to eat or drink until they have killed him. They are ready now, waiting for your consent to their request."21σὺ οὖν μὴ πεισθῇς αὐτοῖς ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν
22The commander dismissed the young man with this warning: "Don't tell anyone that you have reported this to me."22 μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ
23Then he called two of his centurions and ordered them, "Get ready a detachment of two hundred soldiers, seventy horsemen and two hundred spearmen to go to Caesarea at nine tonight.23Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπὸ τρίτης ὥρας τῆς νυκτός
24Provide horses for Paul so that he may be taken safely to Governor Felix."24κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα
25He wrote a letter as follows:25γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον
26Claudius Lysias, To His Excellency, Governor Felix: Greetings.26Κλαύδιος Λυσίας Τῷ κρατίστῳ ἡγεμόνι Φήλικι Χαίρειν
27This man was seized by the Jews and they were about to kill him, but I came with my troops and rescued him, for I had learned that he is a Roman citizen.27Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν
28I wanted to know why they were accusing him, so I brought him to their Sanhedrin.28βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν
29I found that the accusation had to do with questions about their law, but there was no charge against him that deserved death or imprisonment.29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν μηδὲν δὲ ἄξιον θανάτου δεσμῶν ἔχοντα ἔγκλημα
30When I was informed of a plot to be carried out against the man, I sent him to you at once. I also ordered his accusers to present to you their case against him.30Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι ἐξαυτῆς ἔπεμψα πρὸς σέ παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [τὰ] πρὸς αὐτὸν ἐπὶ σοῦ
31So the soldiers, carrying out their orders, took Paul with them during the night and brought him as far as Antipatris.31Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα
32The next day they let the cavalry go on with him, while they returned to the barracks.32τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν
33When the cavalry arrived in Caesarea, they delivered the letter to the governor and handed Paul over to him.33οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ
34The governor read the letter and asked what province he was from. Learning that he was from Cilicia,34Ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας
35he said, "I will hear your case when your accusers get here." Then he ordered that Paul be kept under guard in Herod's palace.35Διακούσομαί σου ἔφη Ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν
New International Version (NIV)

Holy Bible, New International Version®, NIV® Copyright © 1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.

Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 22
Top of Page
Top of Page