Acts 23
NET Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
NET BibleGreek Study Bible
1Paul looked directly at the council and said, "Brothers, I have lived my life with a clear conscience before God to this day."1Ἀτενίσας δὲ ‹ὁ› Παῦλος τῷ συνεδρίῳ εἶπεν Ἄνδρες ἀδελφοί ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας
2At that the high priest Ananias ordered those standing near Paul to strike him on the mouth.2 δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα
3Then Paul said to him, "God is going to strike you, you whitewashed wall! Do you sit there judging me according to the law, and in violation of the law you order me to be struck?"3Τότε Παῦλος πρὸς αὐτὸν εἶπεν Τύπτειν σε μέλλει Θεός τοῖχε κεκονιαμένε καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον καὶ παρανομῶν κελεύεις με τύπτεσθαι
4Those standing near him said, "Do you dare insult God's high priest?"4Οἱ δὲ παρεστῶτες εἶπαν Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς
5Paul replied, "I did not realize, brothers, that he was the high priest, for it is written, 'You must not speak evil about a ruler of your people.'" 5Ἔφη τε Παῦλος Οὐκ ᾔδειν ἀδελφοί ὅτι ἐστὶν ἀρχιερεύς γέγραπται γὰρ ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς
6Then when Paul noticed that part of them were Sadducees and the others Pharisees, he shouted out in the council, "Brothers, I am a Pharisee, a son of Pharisees. I am on trial concerning the hope of the resurrection of the dead!"6Γνοὺς δὲ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ Ἄνδρες ἀδελφοί ἐγὼ Φαρισαῖός εἰμι υἱὸς Φαρισαίων περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ‹ἐγὼ› κρίνομαι
7When he said this, an argument began between the Pharisees and the Sadducees, and the assembly was divided.7Τοῦτο δὲ αὐτοῦ λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ ἐσχίσθη τὸ πλῆθος
8(For the Sadducees say there is no resurrection, or angel, or spirit, but the Pharisees acknowledge them all.)8Σαδδουκαῖοι ‹μὲν› γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα
9There was a great commotion, and some experts in the law from the party of the Pharisees stood up and protested strongly, "We find nothing wrong with this man. What if a spirit or an angel has spoken to him?"9Ἐγένετο δὲ κραυγὴ μεγάλη καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἄγγελος ⧼μὴ θεομαχῶμεν⧽
10When the argument became so great the commanding officer feared that they would tear Paul to pieces, he ordered the detachment to go down, take him away from them by force, and bring him into the barracks. 10πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς χιλίαρχος μὴ διασπασθῇ Παῦλος ὑπ’ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν
11The following night the Lord stood near Paul and said, "Have courage, for just as you have testified about me in Jerusalem, so you must also testify in Rome." 11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ Κύριος εἶπεν Θάρσει ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι
12When morning came, the Jews formed a conspiracy and bound themselves with an oath not to eat or drink anything until they had killed Paul.12Γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον
13There were more than forty of them who formed this conspiracy.13ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι
14They went to the chief priests and the elders and said, "We have bound ourselves with a solemn oath not to partake of anything until we have killed Paul.14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον
15So now you and the council request the commanding officer to bring him down to you, as if you were going to determine his case by conducting a more thorough inquiry. We are ready to kill him before he comes near this place." 15νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν
16But when the son of Paul's sister heard about the ambush, he came and entered the barracks and told Paul.16Ἀκούσας δὲ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ
17Paul called one of the centurions and said, "Take this young man to the commanding officer, for he has something to report to him."17προσκαλεσάμενος δὲ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ
18So the centurion took him and brought him to the commanding officer and said, "The prisoner Paul called me and asked me to bring this young man to you because he has something to tell you."18 μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ ἔχοντά τι λαλῆσαί σοι
19The commanding officer took him by the hand, withdrew privately, and asked, "What is it that you want to report to me?"19Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ χιλίαρχος καὶ ἀναχωρήσας κατ’ ἰδίαν ἐπυνθάνετο Τί ἐστιν ἔχεις ἀπαγγεῖλαί μοι
20He replied, "The Jews have agreed to ask you to bring Paul down to the council tomorrow, as if they were going to inquire more thoroughly about him.20Εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλον* τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ
21So do not let them persuade you to do this, because more than forty of them are lying in ambush for him. They have bound themselves with an oath not to eat or drink anything until they have killed him, and now they are ready, waiting for you to agree to their request."21σὺ οὖν μὴ πεισθῇς αὐτοῖς ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν
22Then the commanding officer sent the young man away, directing him, "Tell no one that you have reported these things to me."22 μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ
23Then he summoned two of the centurions and said, "Make ready two hundred soldiers to go to Caesarea along with seventy horsemen and two hundred spearmen by nine o'clock tonight,23Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους ἀπὸ τρίτης ὥρας τῆς νυκτός
24and provide mounts for Paul to ride so that he may be brought safely to Felix the governor."24κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα
25He wrote a letter that went like this: 25γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον
26Claudius Lysias to His Excellency Governor Felix, greetings.26Κλαύδιος Λυσίας Τῷ κρατίστῳ ἡγεμόνι Φήλικι Χαίρειν
27This man was seized by the Jews and they were about to kill him, when I came up with the detachment and rescued him, because I had learned that he was a Roman citizen.27Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν
28Since I wanted to know what charge they were accusing him of, I brought him down to their council.28βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν
29I found he was accused with reference to controversial questions about their law, but no charge against him deserved death or imprisonment.29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν μηδὲν δὲ ἄξιον θανάτου δεσμῶν ἔχοντα ἔγκλημα
30When I was informed there would be a plot against this man, I sent him to you at once, also ordering his accusers to state their charges against him before you. 30Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι ἐξαυτῆς ἔπεμψα πρὸς σέ παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [τὰ] πρὸς αὐτὸν ἐπὶ σοῦ
31So the soldiers, in accordance with their orders, took Paul and brought him to Antipatris during the night.31Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα
32The next day they let the horsemen go on with him, and they returned to the barracks.32τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν
33When the horsemen came to Caesarea and delivered the letter to the governor, they also presented Paul to him.33οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ
34When the governor had read the letter, he asked what province he was from. When he learned that he was from Cilicia,34Ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας
35he said, "I will give you a hearing when your accusers arrive too." Then he ordered that Paul be kept under guard in Herod's palace. 35Διακούσομαί σου ἔφη Ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν
NET Bible copyright © 1996-2006 by Biblical Studies Press, L.L.C. //netbible.com. Used by permission. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 22
Top of Page
Top of Page