Acts 18
NASB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New American Standard Bible 1995Greek Study Bible
1After these things he left Athens and went to Corinth.1Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον
2And he found a Jew named Aquila, a native of Pontus, having recently come from Italy with his wife Priscilla, because Claudius had commanded all the Jews to leave Rome. He came to them,2καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν Ποντικὸν τῷ γένει προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης προσῆλθεν αὐτοῖς
3and because he was of the same trade, he stayed with them and they were working, for by trade they were tent-makers.3καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ’ αὐτοῖς καὶ ἠργάζετο* ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ
4And he was reasoning in the synagogue every Sabbath and trying to persuade Jews and Greeks.4Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας
5But when Silas and Timothy came down from Macedonia, Paul began devoting himself completely to the word, solemnly testifying to the Jews that Jesus was the Christ.5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σιλᾶς καὶ Τιμόθεος συνείχετο τῷ λόγῳ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν
6But when they resisted and blasphemed, he shook out his garments and said to them, "Your blood be on your own heads! I am clean. From now on I will go to the Gentiles."6ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν καθαρὸς ἐγώ ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι
7Then he left there and went to the house of a man named Titius Justus, a worshiper of God, whose house was next to the synagogue.7Καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν* εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν Θεόν οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ
8Crispus, the leader of the synagogue, believed in the Lord with all his household, and many of the Corinthians when they heard were believing and being baptized.8Κρίσπος δὲ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο
9And the Lord said to Paul in the night by a vision, "Do not be afraid any longer, but go on speaking and do not be silent;9Εἶπεν δὲ Κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ Μὴ φοβοῦ ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς
10for I am with you, and no man will attack you in order to harm you, for I have many people in this city."10διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ
11And he settled there a year and six months, teaching the word of God among them.11Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ
12But while Gallio was proconsul of Achaia, the Jews with one accord rose up against Paul and brought him before the judgment seat,12Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα
13saying, "This man persuades men to worship God contrary to the law."13λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν
14But when Paul was about to open his mouth, Gallio said to the Jews, "If it were a matter of wrong or of vicious crime, O Jews, it would be reasonable for me to put up with you;14Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν Γαλλίων πρὸς τοὺς Ἰουδαίους Εἰ μὲν ἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν Ἰουδαῖοι κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν
15but if there are questions about words and names and your own law, look after it yourselves; I am unwilling to be a judge of these matters."15εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς ὄψεσθε αὐτοί κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι
16And he drove them away from the judgment seat.16καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος
17And they all took hold of Sosthenes, the leader of the synagogue, and began beating him in front of the judgment seat. But Gallio was not concerned about any of these things.17Ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν
18Paul, having remained many days longer, took leave of the brethren and put out to sea for Syria, and with him were Priscilla and Aquila. In Cenchrea he had his hair cut, for he was keeping a vow.18 δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν εἶχεν γὰρ εὐχήν
19They came to Ephesus, and he left them there. Now he himself entered the synagogue and reasoned with the Jews.19Κατήντησαν δὲ εἰς Ἔφεσον κἀκείνους κατέλιπεν αὐτοῦ αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις
20When they asked him to stay for a longer time, he did not consent,20ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν
21but taking leave of them and saying, "I will return to you again if God wills," he set sail from Ephesus.21ἀλλὰ ἀποταξάμενος καὶ εἰπών ⧼Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα⧽ Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου
22When he had landed at Caesarea, he went up and greeted the church, and went down to Antioch.22καὶ κατελθὼν εἰς Καισάρειαν ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν
23And having spent some time there, he left and passed successively through the Galatian region and Phrygia, strengthening all the disciples.23Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν στηρίζων πάντας τοὺς μαθητάς
24Now a Jew named Apollos, an Alexandrian by birth, an eloquent man, came to Ephesus; and he was mighty in the Scriptures.24Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι Ἀλεξανδρεὺς τῷ γένει ἀνὴρ λόγιος κατήντησεν εἰς Ἔφεσον δυνατὸς ὢν ἐν ταῖς γραφαῖς
25This man had been instructed in the way of the Lord; and being fervent in spirit, he was speaking and teaching accurately the things concerning Jesus, being acquainted only with the baptism of John;25οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου
26and he began to speak out boldly in the synagogue. But when Priscilla and Aquila heard him, they took him aside and explained to him the way of God more accurately.26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ
27And when he wanted to go across to Achaia, the brethren encouraged him and wrote to the disciples to welcome him; and when he had arrived, he greatly helped those who had believed through grace,27Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος
28for he powerfully refuted the Jews in public, demonstrating by the Scriptures that Jesus was the Christ.28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν
New American Standard Bible Copyright © 1960, 1962, 1963, 1968, 1971, 1972, 1973, 1975, 1977, 1995 by The Lockman Foundation, La Habra, Calif. All rights reserved. For Permission to Quote Information visit //www.lockman.orgGreek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 17
Top of Page
Top of Page