Acts 26
BSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Berean Study BibleGreek Study Bible
1Agrippa said to Paul, “You have permission to speak for yourself.” Then Paul stretched out his hand and began his defense:1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν Τότε Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο
2“King Agrippa, I consider myself fortunate to stand before you today to defend myself against all the accusations of the Jews,2Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων βασιλεῦ Ἀγρίππα ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι
3especially since you are acquainted with all the Jewish customs and controversies. I beg you, therefore, to listen to me patiently.3μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου
4Surely all the Jews know how I have lived from the earliest days of my youth, among my own people and in Jerusalem.4Τὴν μὲν οὖν βίωσίν μου ‹τὴν› ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασι πάντες [οἱ] Ἰουδαῖοι
5They have known me for a long time and can testify, if they are willing, that I lived as a Pharisee, adhering to the strictest sect of our religion.5προγινώσκοντές με ἄνωθεν ἐὰν θέλωσι μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος
6And now I stand on trial because of my hope in the promise that God made to our fathers,6Καὶ νῦν ἐπ’ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος
7the promise our twelve tribes are hoping to realize as they earnestly serve God day and night. It is because of this hope, O king, that I am accused by the Jews.7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων βασιλεῦ
8Why would any of you consider it incredible that God raises the dead?8τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ Θεὸς νεκροὺς ἐγείρει
9So then, I too was convinced that I ought to do all I could to oppose the name of Jesus of Nazareth.9Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι
10And that is what I did in Jerusalem. With authority from the chief priests I put many of the saints in prison, and when they were condemned to death, I cast my vote against them.10 καὶ ἐποίησα ἐν Ἱεροσολύμοις καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον
11I frequently had them punished in the synagogues, and I tried to make them blaspheme. In my raging fury against them, I even went to foreign cities to persecute them.11καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις
12In this pursuit I was on my way to Damascus with the authority and commission of the chief priests.12Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
13About noon, O king, as I was on the road, I saw a light from heaven, brighter than the sun, shining around me and my companions.13ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον βασιλεῦ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους
14We all fell to the ground, and I heard a voice say to me in Hebrew, ‘Saul, Saul, why do you persecute Me? It is hard for you to kick against the goads.’14πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ Σαοὺλ Σαούλ τί με διώκεις σκληρόν σοι πρὸς κέντρα λακτίζειν
15‘Who are You, Lord?’ I asked. ‘I am Jesus, whom you are persecuting,’ the Lord replied.15Ἐγὼ δὲ εἶπα Τίς εἶ Κύριε δὲ Κύριος εἶπεν Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις
16‘But get up and stand on your feet. For I have appeared to you to appoint you as a servant and as a witness of what you have seen from Me and what I will show you.16ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου εἰς τοῦτο γὰρ ὤφθην σοι προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι
17I will rescue you from your own people and from the Gentiles. I am sending you to them17ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν εἰς οὓς ἐγὼ ἀποστέλλω σε
18to open their eyes, so that they may turn from darkness to light and from the power of Satan to God, that they may receive forgiveness of sins and an inheritance among those sanctified by faith in Me.’18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ
19So then, King Agrippa, I was not disobedient to the heavenly vision.19Ὅθεν βασιλεῦ Ἀγρίππα οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ
20First to those in Damascus and Jerusalem, then to everyone in the region of Judea, and then to the Gentiles, I declared that they should repent and turn to God, performing deeds worthy of their repentance.20ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν ἄξια τῆς μετανοίας ἔργα πράσσοντας
21For this reason the Jews seized me in the temple courts and tried to kill me.21ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι [ὄντα] ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι
22But I have had God’s help to this day, and I stand here to testify to small and great alike. I am saying nothing beyond what the prophets and Moses said would happen:22Ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς
23that the Christ would suffer, and as the first to rise from the dead, would proclaim light to our people and to the Gentiles.”23εἰ παθητὸς Χριστός εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν
24At this stage of Paul’s defense, Festus exclaimed in a loud voice, “You are insane, Paul! Your great learning is driving you to madness!”24Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν Μαίνῃ Παῦλε τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει
25But Paul answered, “I am not insane, most excellent Festus; I am speaking words of truth and sobriety.25 δὲ Παῦλος Οὐ μαίνομαι φησίν Κράτιστε Φῆστε ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι
26For the king knows about these matters, and I can speak freely to him. I am confident that none of this has escaped his notice, because it was not done in a corner.26ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ λανθάνειν γὰρ αὐτὸν [τι] τούτων οὐ πείθομαι οὐθέν οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο
27King Agrippa, do you believe the prophets? I know you do.”27πιστεύεις βασιλεῦ Ἀγρίππα τοῖς προφήταις οἶδα ὅτι πιστεύεις
28Then Agrippa said to Paul, “Can you persuade me in such a short time to become a Christian?”28 δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι
29“Short time or long,” Paul replied, “I wish to God that not only you but all who hear me this day may become what I am, except for these chains.”29 δὲ Παῦλος Εὐξαίμην ἂν τῷ Θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων
30Then the king and the governor rose, along with Bernice and those seated with them.30Ἀνέστη τε βασιλεὺς καὶ ἡγεμὼν τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς
31On their way out, they said to one another, “This man has done nothing worthy of death or imprisonment.”31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου δεσμῶν ἄξιον ‹τι› πράσσει ἄνθρωπος οὗτος
32And Agrippa said to Festus, “This man could have been released if he had not appealed to Caesar.”32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη Ἀπολελύσθαι ἐδύνατο ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα
The Berean Bible (Berean Study Bible (BSB) © 2016, 2018 by Bible Hub and Berean.Bible. Used by Permission. All rights Reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 25
Top of Page
Top of Page