Romans 15
KJV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
King James BibleGreek Study Bible
1We then that are strong ought to bear the infirmities of the weak, and not to please ourselves.1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν
2Let every one of us please his neighbour for his good to edification.2ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν
3For even Christ pleased not himself; but, as it is written, The reproaches of them that reproached thee fell on me.3καὶ γὰρ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ
4For whatsoever things were written aforetime were written for our learning, that we through patience and comfort of the scriptures might have hope.4ὅσα γὰρ προεγράφη (πάντα) εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν
5Now the God of patience and consolation grant you to be likeminded one toward another according to Christ Jesus:5 δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν
6That ye may with one mind and one mouth glorify God, even the Father of our Lord Jesus Christ.6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
7Wherefore receive ye one another, as Christ also received us to the glory of God.7Διὸ προσλαμβάνεσθε ἀλλήλους καθὼς καὶ Χριστὸς προσελάβετο ὑμᾶς* εἰς δόξαν τοῦ Θεοῦ
8Now I say that Jesus Christ was a minister of the circumcision for the truth of God, to confirm the promises made unto the fathers:8λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων
9And that the Gentiles might glorify God for his mercy; as it is written, For this cause I will confess to thee among the Gentiles, and sing unto thy name.9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν καθὼς γέγραπται Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνόματί σου ψαλῶ
10And again he saith, Rejoice, ye Gentiles, with his people.10Καὶ πάλιν λέγει Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ
11And again, Praise the Lord, all ye Gentiles; and laud him, all ye people.11Καὶ πάλιν Αἰνεῖτε πάντα τὰ ἔθνη τὸν Κύριον καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί
12And again, Esaias saith, There shall be a root of Jesse, and he that shall rise to reign over the Gentiles; in him shall the Gentiles trust.12Καὶ πάλιν Ἠσαΐας λέγει Ἔσται ῥίζα τοῦ Ἰεσσαί καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν
13Now the God of hope fill you with all joy and peace in believing, that ye may abound in hope, through the power of the Holy Ghost.13 δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου
14And I myself also am persuaded of you, my brethren, that ye also are full of goodness, filled with all knowledge, able also to admonish one another.14Πέπεισμαι δέ ἀδελφοί μου καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης τῆς γνώσεως δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν
15Nevertheless, brethren, I have written the more boldly unto you in some sort, as putting you in mind, because of the grace that is given to me of God,15τολμηρότερον* δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ* τοῦ Θεοῦ
16That I should be the minister of Jesus Christ to the Gentiles, ministering the gospel of God, that the offering up of the Gentiles might be acceptable, being sanctified by the Holy Ghost.16εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἵνα γένηται προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ
17I have therefore whereof I may glory through Jesus Christ in those things which pertain to God.17Ἔχω οὖν τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν
18For I will not dare to speak of any of those things which Christ hath not wrought by me, to make the Gentiles obedient, by word and deed,18οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ
19Through mighty signs and wonders, by the power of the Spirit of God; so that from Jerusalem, and round about unto Illyricum, I have fully preached the gospel of Christ.19ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει Πνεύματος [θεοῦ] ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ
20Yea, so have I strived to preach the gospel, not where Christ was named, lest I should build upon another man's foundation:20οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ
21But as it is written, To whom he was not spoken of, they shall see: and they that have not heard shall understand.21ἀλλὰ καθὼς γέγραπται Ὄψονται «οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ» καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν
22For which cause also I have been much hindered from coming to you.22Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς
23But now having no more place in these parts, and having a great desire these many years to come unto you;23Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν
24Whensoever I take my journey into Spain, I will come to you: for I trust to see you in my journey, and to be brought on my way thitherward by you, if first I be somewhat filled with your company.24ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ
25But now I go unto Jerusalem to minister unto the saints.25Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις
26For it hath pleased them of Macedonia and Achaia to make a certain contribution for the poor saints which are at Jerusalem.26εὐδόκησαν* γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ
27It hath pleased them verily; and their debtors they are. For if the Gentiles have been made partakers of their spiritual things, their duty is also to minister unto them in carnal things.27εὐδόκησαν* γάρ καὶ ὀφειλέται εἰσὶν αὐτῶν εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς
28When therefore I have performed this, and have sealed to them this fruit, I will come by you into Spain.28Τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι’ ὑμῶν εἰς Σπανίαν
29And I am sure that, when I come unto you, I shall come in the fulness of the blessing of the gospel of Christ.29οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι
30Now I beseech you, brethren, for the Lord Jesus Christ's sake, and for the love of the Spirit, that ye strive together with me in your prayers to God for me;30Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν
31That I may be delivered from them that do not believe in Judaea; and that my service which I have for Jerusalem may be accepted of the saints;31ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ διακονία μου εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται
32That I may come unto you with joy by the will of God, and may with you be refreshed.32ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ συναναπαύσωμαι ὑμῖν
33Now the God of peace be with you all. Amen.33 δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν ἀμήν
King James Bible, text courtesy of BibleProtector.com.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Romans 14
Top of Page
Top of Page