Philippians 1
KJV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
King James BibleGreek Study Bible
1Paul and Timotheus, the servants of Jesus Christ, to all the saints in Christ Jesus which are at Philippi, with the bishops and deacons:1Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ Πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις
2Grace be unto you, and peace, from God our Father, and from the Lord Jesus Christ.2Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ
3I thank my God upon every remembrance of you,3Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν
4Always in every prayer of mine for you all making request with joy,4πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος
5For your fellowship in the gospel from the first day until now;5ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν
6Being confident of this very thing, that he which hath begun a good work in you will perform it until the day of Jesus Christ:6πεποιθὼς αὐτὸ τοῦτο ὅτι ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ
7Even as it is meet for me to think this of you all, because I have you in my heart; inasmuch as both in my bonds, and in the defence and confirmation of the gospel, ye all are partakers of my grace.7Καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας
8For God is my record, how greatly I long after you all in the bowels of Jesus Christ.8μάρτυς γάρ μου Θεός ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ
9And this I pray, that your love may abound yet more and more in knowledge and in all judgment;9Καὶ τοῦτο προσεύχομαι ἵνα ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει
10That ye may approve things that are excellent; that ye may be sincere and without offence till the day of Christ;10εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ
11Being filled with the fruits of righteousness, which are by Jesus Christ, unto the glory and praise of God.11πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ
12But I would ye should understand, brethren, that the things which happened unto me have fallen out rather unto the furtherance of the gospel;12Γινώσκειν δὲ ὑμᾶς βούλομαι ἀδελφοί ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν
13So that my bonds in Christ are manifest in all the palace, and in all other places;13ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν
14And many of the brethren in the Lord, waxing confident by my bonds, are much more bold to speak the word without fear.14καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον 〈τοῦ Θεοῦ〉 λαλεῖν
15Some indeed preach Christ even of envy and strife; and some also of good will:15Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν
16The one preach Christ of contention, not sincerely, supposing to add affliction to my bonds:16οἱ μὲν ἐξ ἀγάπης εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι
17But the other of love, knowing that I am set for the defence of the gospel.17οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου
18What then? notwithstanding, every way, whether in pretence, or in truth, Christ is preached; and I therein do rejoice, yea, and will rejoice.18Τί γάρ πλὴν ὅτι παντὶ τρόπῳ εἴτε προφάσει εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται καὶ ἐν τούτῳ χαίρω ἀλλὰ καὶ χαρήσομαι
19For I know that this shall turn to my salvation through your prayer, and the supply of the Spirit of Jesus Christ,19οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ
20According to my earnest expectation and my hope, that in nothing I shall be ashamed, but that with all boldness, as always, so now also Christ shall be magnified in my body, whether it be by life, or by death.20κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου
21For to me to live is Christ, and to die is gain.21Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος
22But if I live in the flesh, this is the fruit of my labour: yet what I shall choose I wot not.22εἰ δὲ τὸ ζῆν ἐν σαρκί τοῦτό μοι καρπὸς ἔργου καὶ τί αἱρήσομαι οὐ γνωρίζω
23For I am in a strait betwixt two, having a desire to depart, and to be with Christ; which is far better:23συνέχομαι δὲ ἐκ τῶν δύο τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ γὰρ μᾶλλον κρεῖσσον
24Nevertheless to abide in the flesh is more needful for you.24τὸ δὲ ἐπιμένειν ‹ἐν› τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς
25And having this confidence, I know that I shall abide and continue with you all for your furtherance and joy of faith;25Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως
26That your rejoicing may be more abundant in Jesus Christ for me by my coming to you again.26ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς
27Only let your conversation be as it becometh the gospel of Christ: that whether I come and see you, or else be absent, I may hear of your affairs, that ye stand fast in one spirit, with one mind striving together for the faith of the gospel;27Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν ὅτι στήκετε ἐν ἑνὶ πνεύματι μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου
28And in nothing terrified by your adversaries: which is to them an evident token of perdition, but to you of salvation, and that of God.28καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας ὑμῶν δὲ σωτηρίας καὶ τοῦτο ἀπὸ Θεοῦ
29For unto you it is given in the behalf of Christ, not only to believe on him, but also to suffer for his sake;29ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν
30Having the same conflict which ye saw in me, and now hear to be in me.30τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί
King James Bible, text courtesy of BibleProtector.com.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Ephesians 6
Top of Page
Top of Page