Acts 18
Study Bible
Paul's Ministry in Corinth

Μετὰ  ταῦτα  χωρισθεὶς  ἐκ  τῶν  Ἀθηνῶν  ἦλθεν  εἰς  Κόρινθον.  καὶ  εὑρών  τινα  Ἰουδαῖον  ὀνόματι  Ἀκύλαν,  Ποντικὸν  τῷ  γένει,  προσφάτως  ἐληλυθότα  ἀπὸ  τῆς  Ἰταλίας  καὶ  Πρίσκιλλαν  γυναῖκα  αὐτοῦ,  διὰ  τὸ  διατεταχέναι  Κλαύδιον  χωρίζεσθαι  πάντας  τοὺς  Ἰουδαίους  ἀπὸ  τῆς  Ῥώμης,  προσῆλθεν  αὐτοῖς,  καὶ  διὰ  τὸ  ὁμότεχνον  εἶναι  ἔμενεν  παρ’  αὐτοῖς,  καὶ  ἠργάζετο*·  ἦσαν  γὰρ  σκηνοποιοὶ  τῇ  τέχνῃ.  διελέγετο  δὲ  ἐν  τῇ  συναγωγῇ  κατὰ  πᾶν  σάββατον,  ἔπειθέν  τε  Ἰουδαίους  καὶ  Ἕλληνας. 

Ὡς  δὲ  κατῆλθον  ἀπὸ  τῆς  Μακεδονίας    τε  Σιλᾶς  καὶ    Τιμόθεος,  συνείχετο  τῷ  λόγῳ    Παῦλος,  διαμαρτυρόμενος  τοῖς  Ἰουδαίοις  εἶναι  τὸν  Χριστὸν  Ἰησοῦν.  ἀντιτασσομένων  δὲ  αὐτῶν  καὶ  βλασφημούντων  ἐκτιναξάμενος  τὰ  ἱμάτια  εἶπεν  πρὸς  αὐτούς  Τὸ  αἷμα  ὑμῶν  ἐπὶ  τὴν  κεφαλὴν  ὑμῶν·  καθαρὸς  ἐγώ·  ἀπὸ  τοῦ  νῦν  εἰς  τὰ  ἔθνη  πορεύσομαι.  καὶ  μεταβὰς  ἐκεῖθεν  εἰσῆλθεν*  εἰς  οἰκίαν  τινὸς  ὀνόματι  Τιτίου  Ἰούστου  σεβομένου  τὸν  Θεόν,  οὗ    οἰκία  ἦν  συνομοροῦσα  τῇ  συναγωγῇ.  Κρίσπος  δὲ    ἀρχισυνάγωγος  ἐπίστευσεν  τῷ  Κυρίῳ  σὺν  ὅλῳ  τῷ  οἴκῳ  αὐτοῦ,  καὶ  πολλοὶ  τῶν  Κορινθίων  ἀκούοντες  ἐπίστευον  καὶ  ἐβαπτίζοντο.  Εἶπεν  δὲ    Κύριος  ἐν  νυκτὶ  δι’  ὁράματος  τῷ  Παύλῳ  Μὴ  φοβοῦ,  ἀλλὰ  λάλει  καὶ  μὴ  σιωπήσῃς,  10 διότι  ἐγώ  εἰμι  μετὰ  σοῦ  καὶ  οὐδεὶς  ἐπιθήσεταί  σοι  τοῦ  κακῶσαί  σε,  διότι  λαός  ἐστί  μοι  πολὺς  ἐν  τῇ  πόλει  ταύτῃ.  11 Ἐκάθισεν  δὲ  ἐνιαυτὸν  καὶ  μῆνας  ἓξ  διδάσκων  ἐν  αὐτοῖς  τὸν  λόγον  τοῦ  Θεοῦ. 

Paul Before Gallio

12 Γαλλίωνος  δὲ  ἀνθυπάτου  ὄντος  τῆς  Ἀχαΐας  κατεπέστησαν  ὁμοθυμαδὸν  οἱ  Ἰουδαῖοι  τῷ  Παύλῳ  καὶ  ἤγαγον  αὐτὸν  ἐπὶ  τὸ  βῆμα,  13 λέγοντες  ὅτι  Παρὰ  τὸν  νόμον  ἀναπείθει  οὗτος  τοὺς  ἀνθρώπους  σέβεσθαι  τὸν  Θεόν.  14 μέλλοντος  δὲ  τοῦ  Παύλου  ἀνοίγειν  τὸ  στόμα  εἶπεν    Γαλλίων  πρὸς  τοὺς  Ἰουδαίους  Εἰ  μὲν  ἦν  ἀδίκημά  τι    ῥᾳδιούργημα  πονηρόν,    Ἰουδαῖοι,  κατὰ  λόγον  ἂν  ἀνεσχόμην  ὑμῶν·  15 εἰ  δὲ  ζητήματά  ἐστιν  περὶ  λόγου  καὶ  ὀνομάτων  καὶ  νόμου  τοῦ  καθ’  ὑμᾶς,  ὄψεσθε  αὐτοί·  κριτὴς  ἐγὼ  τούτων  οὐ  βούλομαι  εἶναι.  16 καὶ  ἀπήλασεν  αὐτοὺς  ἀπὸ  τοῦ  βήματος.  17 ἐπιλαβόμενοι  δὲ  πάντες  Σωσθένην  τὸν  ἀρχισυνάγωγον  ἔτυπτον  ἔμπροσθεν  τοῦ  βήματος·  καὶ  οὐδὲν  τούτων  τῷ  Γαλλίωνι  ἔμελεν. 

Paul Returns to Antioch

18   δὲ  Παῦλος  ἔτι  προσμείνας  ἡμέρας  ἱκανὰς,  τοῖς  ἀδελφοῖς  ἀποταξάμενος  ἐξέπλει  εἰς  τὴν  Συρίαν,  καὶ  σὺν  αὐτῷ  Πρίσκιλλα  καὶ  Ἀκύλας,  κειράμενος  ἐν  Κενχρεαῖς  τὴν  κεφαλήν·  εἶχεν  γὰρ  εὐχήν.  19 κατήντησαν  δὲ  εἰς  Ἔφεσον,  κἀκείνους  κατέλιπεν  αὐτοῦ,  αὐτὸς  δὲ  εἰσελθὼν  εἰς  τὴν  συναγωγὴν  διελέξατο  τοῖς  Ἰουδαίοις.  20 ἐρωτώντων  δὲ  αὐτῶν  ἐπὶ  πλείονα  χρόνον  μεῖναι  οὐκ  ἐπένευσεν,  21 ἀλλὰ  ἀποταξάμενος  καὶ  εἰπών  ⧼Δεῖ  με  πάντως  τὴν  ἑορτὴν  τὴν  ἐρχομένην  ποιῆσαι  εἰς  Ἱεροσόλυμα⧽·  Πάλιν  ἀνακάμψω  πρὸς  ὑμᾶς  τοῦ  Θεοῦ  θέλοντος,  ἀνήχθη  ἀπὸ  τῆς  Ἐφέσου, 

22 καὶ  κατελθὼν  εἰς  Καισάρειαν*,  ἀναβὰς  καὶ  ἀσπασάμενος  τὴν  ἐκκλησίαν,  κατέβη  εἰς  Ἀντιόχειαν, 

24 Ἰουδαῖος  δέ  τις  Ἀπολλῶς  ὀνόματι,  Ἀλεξανδρεὺς  τῷ  γένει,  ἀνὴρ  λόγιος,  κατήντησεν  εἰς  Ἔφεσον,  δυνατὸς  ὢν  ἐν  ταῖς  γραφαῖς.  25 οὗτος  ἦν  κατηχημένος  τὴν  ὁδὸν  τοῦ  Κυρίου,  καὶ  ζέων  τῷ  πνεύματι  ἐλάλει  καὶ  ἐδίδασκεν  ἀκριβῶς  τὰ  περὶ  τοῦ  Ἰησοῦ,  ἐπιστάμενος  μόνον  τὸ  βάπτισμα  Ἰωάννου*·  26 οὗτός  τε  ἤρξατο  παρρησιάζεσθαι  ἐν  τῇ  συναγωγῇ.  ἀκούσαντες  δὲ  αὐτοῦ  Πρίσκιλλα  καὶ  Ἀκύλας  προσελάβοντο  αὐτὸν  καὶ  ἀκριβέστερον  αὐτῷ  ἐξέθεντο  τὴν  ὁδὸν  τοῦ  Θεοῦ.  27 βουλομένου  δὲ  αὐτοῦ  διελθεῖν  εἰς  τὴν  Ἀχαΐαν  προτρεψάμενοι  οἱ  ἀδελφοὶ  ἔγραψαν  τοῖς  μαθηταῖς  ἀποδέξασθαι  αὐτόν·  ὃς  παραγενόμενος  συνεβάλετο  πολὺ  τοῖς  πεπιστευκόσιν  διὰ  τῆς  χάριτος·  28 εὐτόνως  γὰρ  τοῖς  Ἰουδαίοις  διακατηλέγχετο  δημοσίᾳ  ἐπιδεικνὺς  διὰ  τῶν  γραφῶν  εἶναι  τὸν  Χριστὸν  Ἰησοῦν. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Acts 17
Top of Page
Top of Page