Acts 19
Study Bible
The Holy Spirit Received at Ephesus

Ἐγένετο  δὲ  ἐν  τῷ  τὸν  Ἀπολλῶ  εἶναι  ἐν  Κορίνθῳ  Παῦλον  διελθόντα  τὰ  ἀνωτερικὰ  μέρη  ἐλθεῖν  εἰς  Ἔφεσον  καὶ  εὑρεῖν  τινας  μαθητάς,  εἶπέν  τε  πρὸς  αὐτούς  Εἰ  Πνεῦμα  Ἅγιον  ἐλάβετε  πιστεύσαντες;  οἱ  δὲ  πρὸς  αὐτόν  Ἀλλ’  οὐδ’  εἰ  Πνεῦμα  Ἅγιον  ἔστιν  ἠκούσαμεν.  εἶπέν  τε  Εἰς  τί  οὖν  ἐβαπτίσθητε;  οἱ  δὲ  εἶπαν  Εἰς  τὸ  Ἰωάννου*  βάπτισμα.  εἶπεν  δὲ  Παῦλος  Ἰωάννης*  ἐβάπτισεν  βάπτισμα  μετανοίας,  τῷ  λαῷ  λέγων  εἰς  τὸν  ἐρχόμενον  μετ’  αὐτὸν  ἵνα  πιστεύσωσιν,  τοῦτ’  ἔστιν  εἰς  τὸν  Ἰησοῦν.  ἀκούσαντες  δὲ  ἐβαπτίσθησαν  εἰς  τὸ  ὄνομα  τοῦ  Κυρίου  Ἰησοῦ·  καὶ  ἐπιθέντος  αὐτοῖς  τοῦ  Παύλου  [τὰς]  χεῖρας  ἦλθε  τὸ  Πνεῦμα  τὸ  Ἅγιον  ἐπ’  αὐτούς,  ἐλάλουν  τε  γλώσσαις  καὶ  ἐπροφήτευον.  ἦσαν  δὲ  οἱ  πάντες  ἄνδρες  ὡσεὶ  δώδεκα. 

Paul Ministers in Ephesus

Εἰσελθὼν  δὲ  εἰς  τὴν  συναγωγὴν  ἐπαρρησιάζετο  ἐπὶ  μῆνας  τρεῖς  διαλεγόμενος  καὶ  πείθων  [τὰ]  περὶ  τῆς  βασιλείας  τοῦ  Θεοῦ.  ὡς  δέ  τινες  ἐσκληρύνοντο  καὶ  ἠπείθουν  κακολογοῦντες  τὴν  Ὁδὸν  ἐνώπιον  τοῦ  πλήθους,  ἀποστὰς  ἀπ’  αὐτῶν  ἀφώρισεν  τοὺς  μαθητάς,  καθ’  ἡμέραν  διαλεγόμενος  ἐν  τῇ  σχολῇ  Τυράννου.  10 τοῦτο  δὲ  ἐγένετο  ἐπὶ  ἔτη  δύο,  ὥστε  πάντας  τοὺς  κατοικοῦντας  τὴν  Ἀσίαν  ἀκοῦσαι  τὸν  λόγον  τοῦ  Κυρίου,  Ἰουδαίους  τε  καὶ  Ἕλληνας. 

11 Δυνάμεις  τε  οὐ  τὰς  τυχούσας    Θεὸς  ἐποίει  διὰ  τῶν  χειρῶν  Παύλου,  12 ὥστε  καὶ  ἐπὶ  τοὺς  ἀσθενοῦντας  ἀποφέρεσθαι  ἀπὸ  τοῦ  χρωτὸς  αὐτοῦ  σουδάρια    σιμικίνθια  καὶ  ἀπαλλάσσεσθαι  ἀπ’  αὐτῶν  τὰς  νόσους,  τά  τε  πνεύματα  τὰ  πονηρὰ  ἐκπορεύεσθαι. 

The Sons of Sceva

13 Ἐπεχείρησαν  δέ  τινες  καὶ  τῶν  περιερχομένων  Ἰουδαίων  ἐξορκιστῶν  ὀνομάζειν  ἐπὶ  τοὺς  ἔχοντας  τὰ  πνεύματα  τὰ  πονηρὰ  τὸ  ὄνομα  τοῦ  Κυρίου  Ἰησοῦ  λέγοντες  Ὁρκίζω  ὑμᾶς  τὸν  Ἰησοῦν  ὃν  Παῦλος  κηρύσσει.  14 ἦσαν  δέ  τινος  Σκευᾶ  Ἰουδαίου  ἀρχιερέως  ἑπτὰ  υἱοὶ  τοῦτο  ποιοῦντες.  15 ἀποκριθὲν  δὲ  τὸ  πνεῦμα  τὸ  πονηρὸν  εἶπεν  αὐτοῖς  Τὸν  [μὲν]  Ἰησοῦν  γινώσκω  καὶ  τὸν  Παῦλον  ἐπίσταμαι·  ὑμεῖς  δὲ  τίνες  ἐστέ;  16 καὶ  ἐφαλόμενος    ἄνθρωπος  ἐπ’  αὐτοὺς,  ἐν    ἦν  τὸ  πνεῦμα  τὸ  πονηρὸν,  κατακυριεύσας  ἀμφοτέρων  ἴσχυσεν  κατ’  αὐτῶν,  ὥστε  γυμνοὺς  καὶ  τετραυματισμένους  ἐκφυγεῖν  ἐκ  τοῦ  οἴκου  ἐκείνου.  17 τοῦτο  δὲ  ἐγένετο  γνωστὸν  πᾶσιν  Ἰουδαίοις  τε  καὶ  Ἕλλησιν  τοῖς  κατοικοῦσιν  τὴν  Ἔφεσον,  καὶ  ἐπέπεσεν  φόβος  ἐπὶ  πάντας  αὐτούς,  καὶ  ἐμεγαλύνετο  τὸ  ὄνομα  τοῦ  Κυρίου  Ἰησοῦ·  18 πολλοί  τε  τῶν  πεπιστευκότων  ἤρχοντο  ἐξομολογούμενοι  καὶ  ἀναγγέλλοντες  τὰς  πράξεις  αὐτῶν.  19 ἱκανοὶ  δὲ  τῶν  τὰ  περίεργα  πραξάντων  συνενέγκαντες  τὰς  βίβλους  κατέκαιον  ἐνώπιον  πάντων·  καὶ  συνεψήφισαν  τὰς  τιμὰς  αὐτῶν  καὶ  εὗρον  ἀργυρίου  μυριάδας  πέντε.  20 Οὕτως  κατὰ  κράτος  τοῦ  Κυρίου    λόγος  ηὔξανεν  καὶ  ἴσχυεν. 

The Riot in Ephesus

21 Ὡς  δὲ  ἐπληρώθη  ταῦτα,  ἔθετο    Παῦλος  ἐν  τῷ  πνεύματι  διελθὼν  τὴν  Μακεδονίαν  καὶ  Ἀχαΐαν  πορεύεσθαι  εἰς  Ἱεροσόλυμα,  εἰπὼν  ὅτι  Μετὰ  τὸ  γενέσθαι  με  ἐκεῖ  δεῖ  με  καὶ  Ῥώμην  ἰδεῖν.  22 ἀποστείλας  δὲ  εἰς  τὴν  Μακεδονίαν  δύο  τῶν  διακονούντων  αὐτῷ,  Τιμόθεον  καὶ  Ἔραστον,  αὐτὸς  ἐπέσχεν  χρόνον  εἰς  τὴν  Ἀσίαν. 

23 Ἐγένετο  δὲ  κατὰ  τὸν  καιρὸν  ἐκεῖνον  τάραχος  οὐκ  ὀλίγος  περὶ  τῆς  Ὁδοῦ.  24 Δημήτριος  γάρ  τις  ὀνόματι,  ἀργυροκόπος,  ποιῶν  ναοὺς  ἀργυροῦς  Ἀρτέμιδος  παρείχετο  τοῖς  τεχνίταις  οὐκ  ὀλίγην  ἐργασίαν,  25 οὓς  συναθροίσας  καὶ  τοὺς  περὶ  τὰ  τοιαῦτα  ἐργάτας  εἶπεν  Ἄνδρες,  ἐπίστασθε  ὅτι  ἐκ  ταύτης  τῆς  ἐργασίας    εὐπορία  ἡμῖν  ἐστιν,  26 καὶ  θεωρεῖτε  καὶ  ἀκούετε  ὅτι  οὐ  μόνον  Ἐφέσου  ἀλλὰ  σχεδὸν  πάσης  τῆς  Ἀσίας    Παῦλος  οὗτος  πείσας  μετέστησεν  ἱκανὸν  ὄχλον,  λέγων  ὅτι  οὐκ  εἰσὶν  θεοὶ  οἱ  διὰ  χειρῶν  γινόμενοι.  27 οὐ  μόνον  δὲ  τοῦτο  κινδυνεύει  ἡμῖν  τὸ  μέρος  εἰς  ἀπελεγμὸν  ἐλθεῖν,  ἀλλὰ  καὶ  τὸ  τῆς  μεγάλης  θεᾶς  Ἀρτέμιδος  ἱερὸν  εἰς  οὐθὲν  λογισθῆναι,  μέλλειν  τε  καὶ  καθαιρεῖσθαι  τῆς  μεγαλειότητος  αὐτῆς,  ἣν  ὅλη    Ἀσία  καὶ    οἰκουμένη  σέβεται. 

28 Ἀκούσαντες  δὲ  καὶ  γενόμενοι  πλήρεις  θυμοῦ  ἔκραζον  λέγοντες  Μεγάλη    Ἄρτεμις  Ἐφεσίων.  29 καὶ  ἐπλήσθη    πόλις  τῆς  συγχύσεως,  ὥρμησάν  τε  ὁμοθυμαδὸν  εἰς  τὸ  θέατρον,  συναρπάσαντες  Γάϊον  καὶ  Ἀρίσταρχον  Μακεδόνας,  συνεκδήμους  Παύλου.  30 Παύλου  δὲ  βουλομένου  εἰσελθεῖν  εἰς  τὸν  δῆμον  οὐκ  εἴων  αὐτὸν  οἱ  μαθηταί·  31 τινὲς  δὲ  καὶ  τῶν  Ἀσιαρχῶν,  ὄντες  αὐτῷ  φίλοι,  πέμψαντες  πρὸς  αὐτὸν  παρεκάλουν  μὴ  δοῦναι  ἑαυτὸν  εἰς  τὸ  θέατρον.  32 ἄλλοι  μὲν  οὖν  ἄλλο  τι  ἔκραζον·  ἦν  γὰρ    ἐκκλησία  συγκεχυμένη,  καὶ  οἱ  πλείους  οὐκ  ᾔδεισαν  τίνος  ἕνεκα  συνεληλύθεισαν.  33 ἐκ  δὲ  τοῦ  ὄχλου  συνεβίβασαν  Ἀλέξανδρον,  προβαλόντων  αὐτὸν  τῶν  Ἰουδαίων·    δὲ  Ἀλέξανδρος  κατασείσας  τὴν  χεῖρα  ἤθελεν  ἀπολογεῖσθαι  τῷ  δήμῳ.  34 ἐπιγνόντες  δὲ  ὅτι  Ἰουδαῖός  ἐστιν,  φωνὴ  ἐγένετο  μία  ἐκ  πάντων,  ὡς  ἐπὶ  ὥρας  δύο  κραζόντων*  Μεγάλη    Ἄρτεμις  Ἐφεσίων.  35 καταστείλας  δὲ    γραμματεὺς  τὸν  ὄχλον  φησίν  Ἄνδρες  Ἐφέσιοι,  τίς  γάρ  ἐστιν  ἀνθρώπων  ὃς  οὐ  γινώσκει  τὴν  Ἐφεσίων  πόλιν  νεωκόρον  οὖσαν  τῆς  μεγάλης  Ἀρτέμιδος  καὶ  τοῦ  διοπετοῦς;  36 ἀναντιρρήτων  οὖν  ὄντων  τούτων  δέον  ἐστὶν  ὑμᾶς  κατεσταλμένους  ὑπάρχειν  καὶ  μηδὲν  προπετὲς  πράσσειν.  37 ἠγάγετε  γὰρ  τοὺς  ἄνδρας  τούτους  οὔτε  ἱεροσύλους  οὔτε  βλασφημοῦντας  τὴν  θεὸν  ἡμῶν.  38 εἰ  μὲν  οὖν  Δημήτριος  καὶ  οἱ  σὺν  αὐτῷ  τεχνῖται  ἔχουσι  πρός  τινα  λόγον,  ἀγοραῖοι  ἄγονται  καὶ  ἀνθύπατοί  εἰσιν,  ἐγκαλείτωσαν  ἀλλήλοις.  39 εἰ  δέ  τι  περαιτέρω  ἐπιζητεῖτε,  ἐν  τῇ  ἐννόμῳ  ἐκκλησίᾳ  ἐπιλυθήσεται.  40 καὶ  γὰρ  κινδυνεύομεν  ἐγκαλεῖσθαι  στάσεως  περὶ  τῆς  σήμερον,  μηδενὸς  αἰτίου  ὑπάρχοντος,  περὶ  οὗ  οὐ  δυνησόμεθα  ἀποδοῦναι  λόγον  περὶ  τῆς  συστροφῆς  ταύτης.  41 καὶ  ταῦτα  εἰπὼν  ἀπέλυσεν  τὴν  ἐκκλησίαν. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Acts 18
Top of Page
Top of Page