Jude 1
NKJV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New King James VersionGreek Study Bible
1Jude, a bondservant of Jesus Christ, and brother of James, To those who are called, sanctified by God the Father, and preserved in Jesus Christ:1Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος ἀδελφὸς δὲ Ἰακώβου Τοῖς ἐν Θεῷ Πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς
2Mercy, peace, and love be multiplied to you.2Ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη
3Beloved, while I was very diligent to write to you concerning our common salvation, I found it necessary to write to you exhorting you to contend earnestly for the faith which was once for all delivered to the saints.3Ἀγαπητοί πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει
4For certain men have crept in unnoticed, who long ago were marked out for this condemnation, ungodly men, who turn the grace of our God into lewdness and deny the only Lord God and our Lord Jesus Christ.4παρεισέδυσαν* γάρ τινες ἄνθρωποι οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα ἀσεβεῖς τὴν τοῦ Θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι
5But I want to remind you, though you once knew this, that the Lord, having saved the people out of the land of Egypt, afterward destroyed those who did not believe.5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι εἰδότας ‹ὑμᾶς› ἅπαξ «πάντα ὅτι [ὁ] Ἰησοῦς» λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν
6And the angels who did not keep their proper domain, but left their own abode, He has reserved in everlasting chains under darkness for the judgment of the great day;6ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν
7as Sodom and Gomorrah, and the cities around them in a similar manner to these, having given themselves over to sexual immorality and gone after strange flesh, are set forth as an example, suffering the vengeance of eternal fire.7ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι
8Likewise also these dreamers defile the flesh, reject authority, and speak evil of dignitaries.8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν
9Yet Michael the archangel, in contending with the devil, when he disputed about the body of Moses, dared not bring against him a reviling accusation, but said, “The Lord rebuke you!”9 δὲ Μιχαὴλ ἀρχάγγελος ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλὰ εἶπεν Ἐπιτιμήσαι σοι Κύριος
10But these speak evil of whatever they do not know; and whatever they know naturally, like brute beasts, in these things they corrupt themselves.10οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται ἐν τούτοις φθείρονται
11Woe to them! For they have gone in the way of Cain, have run greedily in the error of Balaam for profit, and perished in the rebellion of Korah.11οὐαὶ αὐτοῖς ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο
12These are spots in your love feasts, while they feast with you without fear, serving only themselves. They are clouds without water, carried about by the winds; late autumn trees without fruit, twice dead, pulled up by the roots;12Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀφόβως ἑαυτοὺς ποιμαίνοντες νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα
13raging waves of the sea, foaming up their own shame; wandering stars for whom is reserved the blackness of darkness forever.13κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας ἀστέρες πλανῆται οἷς ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται
14Now Enoch, the seventh from Adam, prophesied about these men also, saying, “Behold, the Lord comes with ten thousands of His saints,14Προεφήτευσεν* δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων Ἰδοὺ ἦλθεν Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ
15to execute judgment on all, to convict all who are ungodly among them of all their ungodly deeds which they have committed in an ungodly way, and of all the harsh things which ungodly sinners have spoken against Him.”15ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς
16These are grumblers, complainers, walking according to their own lusts; and they mouth great swelling words, flattering people to gain advantage.16Οὗτοί εἰσιν γογγυσταί μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα θαυμάζοντες πρόσωπα ὠφελείας χάριν
17But you, beloved, remember the words which were spoken before by the apostles of our Lord Jesus Christ:17Ὑμεῖς δέ ἀγαπητοί μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
18how they told you that there would be mockers in the last time who would walk according to their own ungodly lusts.18ὅτι ἔλεγον ὑμῖν [ὅτι] Ἐπ’ ἐσχάτου τοῦ χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν
19These are sensual persons, who cause divisions, not having the Spirit.19Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί Πνεῦμα μὴ ἔχοντες
20But you, beloved, building yourselves up on your most holy faith, praying in the Holy Spirit,20Ὑμεῖς δέ ἀγαπητοί ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι
21keep yourselves in the love of God, looking for the mercy of our Lord Jesus Christ unto eternal life.21ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον
22And on some have compassion, making a distinction;22Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους
23but others save with fear, pulling them out of the fire, hating even the garment defiled by the flesh.23‹οὓς δὲ› σῴζετε ἐκ πυρὸς ἁρπάζοντες οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα
24Now to Him who is able to keep you from stumbling, And to present you faultless Before the presence of His glory with exceeding joy,24Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει
25To God our Savior, Who alone is wise, Be glory and majesty, Dominion and power, Both now and forever. Amen.25μόνῳ Θεῷ Σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας Ἀμήν
The Holy Bible, New King James Version, Copyright © 1982 Thomas Nelson. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
3 John 1
Top of Page
Top of Page