Jude 1
HCSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Holman Christian Standard BibleGreek Study Bible
1Jude, a slave of Jesus Christ and a brother of James: To those who are the called, loved by God the Father and kept by Jesus Christ. 1Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος ἀδελφὸς δὲ Ἰακώβου Τοῖς ἐν Θεῷ Πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς
2May mercy, peace, and love be multiplied to you. 2Ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη
3Dear friends, although I was eager to write you about the salvation we share, I found it necessary to write and exhort you to contend for the faith that was delivered to the saints once for all. 3Ἀγαπητοί πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει
4For some men, who were designated for this judgment long ago, have come in by stealth; they are ungodly, turning the grace of our God into promiscuity and denying Jesus Christ, our only Master and Lord. 4παρεισέδυσαν* γάρ τινες ἄνθρωποι οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα ἀσεβεῖς τὴν τοῦ Θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι
5Now I want to remind you, though you know all these things: The Lord first saved a people out of Egypt and later destroyed those who did not believe;5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι εἰδότας ‹ὑμᾶς› ἅπαξ «πάντα ὅτι [ὁ] Ἰησοῦς» λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν
6and He has kept, with eternal chains in darkness for the judgment of the great day, the angels who did not keep their own position but deserted their proper dwelling. 6ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν
7In the same way, Sodom and Gomorrah and the cities around them committed sexual immorality and practiced perversions, just as angels did, and serve as an example by undergoing the punishment of eternal fire. 7ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι
8Nevertheless, these dreamers likewise defile their flesh, reject authority, and blaspheme glorious ones.8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν
9Yet Michael the archangel, when he was disputing with the Devil in a debate about Moses' body, did not dare bring an abusive condemnation against him but said, "The Lord rebuke you!"9 δὲ Μιχαὴλ ἀρχάγγελος ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλὰ εἶπεν Ἐπιτιμήσαι σοι Κύριος
10But these people blaspheme anything they don't understand. What they know by instinct like unreasoning animals--they destroy themselves with these things.10οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται ἐν τούτοις φθείρονται
11Woe to them! For they have traveled in the way of Cain, have abandoned themselves to the error of Balaam for profit, and have perished in Korah's rebellion. 11οὐαὶ αὐτοῖς ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο
12These are the ones who are like dangerous reefs at your love feasts. They feast with you, nurturing only themselves without fear. They are waterless clouds carried along by winds; trees in late autumn--fruitless, twice dead, pulled out by the roots; 12Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀφόβως ἑαυτοὺς ποιμαίνοντες νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα
13wild waves of the sea, foaming up their shameful deeds; wandering stars for whom the blackness of darkness is reserved forever! 13κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας ἀστέρες πλανῆται οἷς ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται
14And Enoch, in the seventh generation from Adam, prophesied about them: Look! The Lord comes with thousands of His holy ones 14Προεφήτευσεν* δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων Ἰδοὺ ἦλθεν Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ
15to execute judgment on all and to convict them of all their ungodly acts that they have done in an ungodly way, and of all the harsh things ungodly sinners have said against Him. 15ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς
16These people are discontented grumblers, walking according to their desires; their mouths utter arrogant words, flattering people for their own advantage. 16Οὗτοί εἰσιν γογγυσταί μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα θαυμάζοντες πρόσωπα ὠφελείας χάριν
17But you, dear friends, remember what was predicted by the apostles of our Lord Jesus Christ; 17Ὑμεῖς δέ ἀγαπητοί μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
18they told you, "In the end time there will be scoffers walking according to their own ungodly desires." 18ὅτι ἔλεγον ὑμῖν [ὅτι] Ἐπ’ ἐσχάτου τοῦ χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν
19These people create divisions and are unbelievers, not having the Spirit. 19Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί Πνεῦμα μὴ ἔχοντες
20But you, dear friends, as you build yourselves up in your most holy faith and pray in the Holy Spirit,20Ὑμεῖς δέ ἀγαπητοί ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι
21keep yourselves in the love of God, expecting the mercy of our Lord Jesus Christ for eternal life. 21ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον
22Have mercy on those who doubt; 22Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους
23save others by snatching them from the fire; have mercy on others but with fear, hating even the garment defiled by the flesh. 23‹οὓς δὲ› σῴζετε ἐκ πυρὸς ἁρπάζοντες οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα
24Now to Him who is able to protect you from stumbling and to make you stand in the presence of His glory, blameless and with great joy, 24Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει
25to the only God our Savior, through Jesus Christ our Lord, be glory, majesty, power, and authority before all time, now and forever. Amen. 25μόνῳ Θεῷ Σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας Ἀμήν
Holman Christian Standard Bible®, Copyright © 1999, 2000, 2002, 2003, 2009 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
3 John 1
Top of Page
Top of Page