Acts 24
Study Bible
Tertullus Accuses Paul Before Felix

Μετὰ  δὲ  πέντε  ἡμέρας  κατέβη    ἀρχιερεὺς  Ἁνανίας*  μετὰ  πρεσβυτέρων  τινῶν  καὶ  ῥήτορος  Τερτύλλου  τινός,  οἵτινες  ἐνεφάνισαν  τῷ  ἡγεμόνι  κατὰ  τοῦ  Παύλου.  κληθέντος  δὲ  αὐτοῦ  ἤρξατο  κατηγορεῖν    Τέρτυλλος  λέγων  Πολλῆς  εἰρήνης  τυγχάνοντες  διὰ  σοῦ  καὶ  διορθωμάτων  γινομένων  τῷ  ἔθνει  τούτῳ  διὰ  τῆς  σῆς  προνοίας,  πάντῃ  τε  καὶ  πανταχοῦ  ἀποδεχόμεθα,  κράτιστε  Φῆλιξ,  μετὰ  πάσης  εὐχαριστίας.  ἵνα  δὲ  μὴ  ἐπὶ  πλεῖόν  σε  ἐνκόπτω,  παρακαλῶ  ἀκοῦσαί  σε  ἡμῶν  συντόμως  τῇ  σῇ  ἐπιεικείᾳ.  εὑρόντες  γὰρ  τὸν  ἄνδρα  τοῦτον  λοιμὸν  καὶ  κινοῦντα  στάσεις  πᾶσιν  τοῖς  Ἰουδαίοις  τοῖς  κατὰ  τὴν  οἰκουμένην  πρωτοστάτην  τε  τῆς  τῶν  Ναζωραίων  αἱρέσεως,  ὃς  καὶ  τὸ  ἱερὸν  ἐπείρασεν  βεβηλῶσαι,  ὃν  καὶ  ἐκρατήσαμεν,  {καὶ  κατά  τὸν  ἡμέτερον  νόμον  ἠθελήσαμεν  κρίνειν};  {παρελθὼν  δὲ,  Λυσίας    χιλιαρχος  μετὰ  πολλῆς  βίας,  ἐκ  τῶν  χειρῶν  ἡμῶν  ἀπήγαγε},  {κελεύσας  τοὺς  κατηγόρους  αὐτοῦ  ἔρχεσθαι  ἐπὶ  σέ}·  παρ’  οὗ  δυνήσῃ  αὐτὸς  ἀνακρίνας  περὶ  πάντων  τούτων  ἐπιγνῶναι  ὧν  ἡμεῖς  κατηγοροῦμεν  αὐτοῦ.  συνεπέθεντο  δὲ  καὶ  οἱ  Ἰουδαῖοι  φάσκοντες  ταῦτα  οὕτως  ἔχειν. 

Paul Defends His Testimony

10 Ἀπεκρίθη  τε    Παῦλος,  νεύσαντος  αὐτῷ  τοῦ  ἡγεμόνος  λέγειν  Ἐκ  πολλῶν  ἐτῶν  ὄντα  σε  κριτὴν  τῷ  ἔθνει  τούτῳ  ἐπιστάμενος  εὐθύμως  τὰ  περὶ  ἐμαυτοῦ  ἀπολογοῦμαι,  11 δυναμένου  σου  ἐπιγνῶναι  ὅτι  οὐ  πλείους  εἰσίν  μοι  ἡμέραι  δώδεκα  ἀφ’  ἧς  ἀνέβην  προσκυνήσων  εἰς  Ἰερουσαλήμ*,  12 καὶ  οὔτε  ἐν  τῷ  ἱερῷ  εὗρόν  με  πρός  τινα  διαλεγόμενον    ἐπίστασιν  ποιοῦντα  ὄχλου,  οὔτε  ἐν  ταῖς  συναγωγαῖς  οὔτε  κατὰ  τὴν  πόλιν,  13 οὐδὲ  παραστῆσαι  δύνανταί  σοι  περὶ  ὧν  νυνὶ  κατηγοροῦσίν  μου.  14 ὁμολογῶ  δὲ  τοῦτό  σοι,  ὅτι  κατὰ  τὴν  Ὁδὸν  ἣν  λέγουσιν  αἵρεσιν  οὕτως  λατρεύω  τῷ  πατρῴῳ  Θεῷ,  πιστεύων  πᾶσι  τοῖς  κατὰ  τὸν  νόμον  καὶ  τοῖς  ἐν  τοῖς  προφήταις  γεγραμμένοις,  15 ἐλπίδα  ἔχων  εἰς  τὸν  Θεόν,  ἣν  καὶ  αὐτοὶ  οὗτοι  προσδέχονται,  ἀνάστασιν  μέλλειν  ἔσεσθαι  δικαίων  τε  καὶ  ἀδίκων.  16 ἐν  τούτῳ  καὶ  αὐτὸς  ἀσκῶ  ἀπρόσκοπον  συνείδησιν  ἔχειν  πρὸς  τὸν  Θεὸν  καὶ  τοὺς  ἀνθρώπους  διὰ  παντός.  17 δι’  ἐτῶν  δὲ  πλειόνων  ἐλεημοσύνας  ποιήσων  εἰς  τὸ  ἔθνος  μου  παρεγενόμην  καὶ  προσφοράς,  18 ἐν  αἷς  εὗρόν  με  ἡγνισμένον  ἐν  τῷ  ἱερῷ,  οὐ  μετὰ  ὄχλου  οὐδὲ  μετὰ  θορύβου,  τινὲς  δὲ  ἀπὸ  τῆς  Ἀσίας  Ἰουδαῖοι,  19 οὓς  ἔδει  ἐπὶ  σοῦ  παρεῖναι  καὶ  κατηγορεῖν  εἴ  τι  ἔχοιεν  πρὸς  ἐμέ.  20   αὐτοὶ  οὗτοι  εἰπάτωσαν  τί  εὗρον  ἀδίκημα  στάντος  μου  ἐπὶ  τοῦ  συνεδρίου,  21   περὶ  μιᾶς  ταύτης  φωνῆς  ἧς  ἐκέκραξα  ἐν  αὐτοῖς  ἑστὼς  ὅτι  Περὶ  ἀναστάσεως  νεκρῶν  ἐγὼ  κρίνομαι  σήμερον  ἐφ’  ὑμῶν. 

Felix Holds Paul in Custody

22 Ἀνεβάλετο  δὲ  αὐτοὺς    Φῆλιξ,  ἀκριβέστερον  εἰδὼς  τὰ  περὶ  τῆς  Ὁδοῦ,  εἴπας  Ὅταν  Λυσίας    χιλίαρχος  καταβῇ,  διαγνώσομαι  τὰ  καθ’  ὑμᾶς·  23 διαταξάμενος  τῷ  ἑκατοντάρχῃ  τηρεῖσθαι  αὐτὸν  ἔχειν  τε  ἄνεσιν  καὶ  μηδένα  κωλύειν  τῶν  ἰδίων  αὐτοῦ  ὑπηρετεῖν  αὐτῷ. 

24 Μετὰ  δὲ  ἡμέρας  τινὰς  παραγενόμενος    Φῆλιξ  σὺν  Δρουσίλλῃ  τῇ  ἰδίᾳ  γυναικὶ  οὔσῃ  Ἰουδαίᾳ  μετεπέμψατο  τὸν  Παῦλον,  καὶ  ἤκουσεν  αὐτοῦ  περὶ  τῆς  εἰς  Χριστὸν  Ἰησοῦν  πίστεως.  25 διαλεγομένου  δὲ  αὐτοῦ  περὶ  δικαιοσύνης  καὶ  ἐγκρατείας  καὶ  τοῦ  κρίματος  τοῦ  μέλλοντος  ἔμφοβος  γενόμενος    Φῆλιξ  ἀπεκρίθη  Τὸ  νῦν  ἔχον  πορεύου,  καιρὸν  δὲ  μεταλαβὼν  μετακαλέσομαί  σε·  26 ἅμα  καὶ  ἐλπίζων  ὅτι  χρήματα  δοθήσεται  αὐτῷ  ὑπὸ  τοῦ  Παύλου·  διὸ  καὶ  πυκνότερον  αὐτὸν  μεταπεμπόμενος  ὡμίλει  αὐτῷ.  27 Διετίας  δὲ  πληρωθείσης  ἔλαβεν  διάδοχον    Φῆλιξ  Πόρκιον  Φῆστον·  θέλων  τε  χάριτα  καταθέσθαι  τοῖς  Ἰουδαίοις    Φῆλιξ  κατέλιπε  τὸν  Παῦλον  δεδεμένον. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Acts 23
Top of Page
Top of Page