Jeremiah 48
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Judgment on Moab

1διὰ τοῦτο οὕτως εἶπεν Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυείδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός.

2καὶ ἐπισκέψομαι ἐπ᾽ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ, καὶ ἐπάξω ἐπ᾽ αὐτὸν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ καὶ ἐπὶ γῆν Ἰούδα πάντα τὰ κακὰ ἃ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν.

3καὶ ἔλαβεν Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ᾽ αὐτῷ ἀπὸ στόματος Ἰερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.

4Καὶ ἐβασίλευσεν Σεδεκίας υἱὸς Ἰωσεία ἀντὶ Ἰωακείμ, ὃν ἐβασίλευσεν Ναβουχοδονοσὸρ βασιλεύειν τοῦ Ἰούδα.

5καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους Κυρίου οὓς ἐλάλησεν ἐν χειρὶ Ἰερεμίου.

6καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν Ἰωαχὰλ υἱὸν Σελεμίου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς Ἰερεμίαν λέγων Πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον.

7καὶ Ἰερεμίας ἦλθεν καὶ διῆλθεν διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἶκον τῆς φυλακῆς.

8καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν, καὶ ἀνέβησαν ἐπὶ Ἰερουσαλήμ.

9καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν λέγων

10Οὕτως εἶπεν Κύριος Οὕτως ἐρεῖς πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με Ἰδοὺ δύναμις Φαραὼ ἡ ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου,

11καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην, καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν πυρί.

12ὅτι οὕτως εἶπεν Κύριος Μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες Ἀποτρέχοντες ἀπελεύσονται ἀφ᾽ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσιν, 13καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς, καὶ καταλειφθῶσίν τινες ἐκκεκεντημένοι, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ οὗτοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί.

14Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ἰερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραώ,

15ἐξῆλθεν Ἰερεμίας ἀπὸ Ἰερουσαλὴμ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμεὶν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ.

16καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμείν, καὶ ἐκεῖ ἄνθρωπος παρ᾽ ᾧ κατέλυεν Σαρουιὰ υἱὸς Σελεμίου υἱοῦ Ἁνανίου, καὶ συνέλαβεν τὸν Ἰερεμίαν λέγων Πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις;

17καὶ εἶπεν Ψεῦδος· οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω. καὶ οὐκ εἰσήκουσεν αὐτοῦ, καὶ συνέλαβεν Σαρουιὰ τὸν Ἰερεμίαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας.

18καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ἰερεμίαν καὶ ἐπάταξαν αὐτόν, καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ἰωναθὰμ τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακῆς.

19καὶ ἦλθεν Ἰερεμίας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερέθ, καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς.

20καὶ ἀπέστειλεν Σεδεκίας καὶ ἐκάλεσεν αὐτόν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπεῖν Εἰ ἔστιν ὁ λόγος παρὰ Κυρίου; καὶ εἶπεν Ἔστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ.

21καὶ εἶπεν Ἰερεμίας τῷ βασιλεῖ Τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακῆς; 22καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν λέγοντες ὅτι Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην; 23καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου· καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ἰωναθὰμ τοῦ γραμματέως, καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ; 24καὶ συνέταξεν ὁ βασιλεύς, καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς φυλακῆς, καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. 25Καὶ ἤκουσεν Σαφανίας υἱὸς Ναθὰν καὶ Γοδολίας υἱὸς Πασχὼρ καὶ Ἰωαχὰλ υἱὸς Σελεμίου τοὺς λόγους οὓς Ἰερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν λέγων 26Οὕτως εἶπεν Κύριος Ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται. 27ὅτι οὕτως εἶπεν Κύριος Παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτήν.

28καὶ εἶπαν τῷ βασιλεῖ Ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ, λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους, ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησιμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ᾽ ἢ πονηρά.

29καὶ εἶπεν ὁ βασιλεύς Ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς.

30καὶ ἔριψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ᾽ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ.

31καὶ ἤκουσεν Ἀβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ἰερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμείν·

32καὶ ἐξῆλθεν πρὸς αὐτόν, καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν

33Ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.

34καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἀβδεμέλεχ λέγων Λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ. 35καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον, καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία, καὶ ἔριψεν αὐτὰ πρὸς Ἰερεμίαν εἰς τὸν λάκκον,

36καὶ εἶπεν Ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων. καὶ ἐποίησεν Ἰερεμίας οὕτως. 37καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς. 38Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ἁσελεισὴλ τὴν ἐν οἴκῳ Κυρίου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα. 39καὶ εἶπεν Ἰερεμίας τῷ βασιλεῖ Ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.

40καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων Ζῇ Κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων.

41καὶ εἶπεν αὐτῷ Ἰερεμίας Οὕτως εἶπεν Κύριος Ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου.

42καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωθῇς.

43καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἰερεμίᾳ Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.

44καὶ εἶπεν Ἰερεμίας Οὐ μὴ παραδῶσίν σε· ἄκουσον τὸν λόγον Κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ, καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχή σου.

45καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος ὃν ἔδειξέν μοι Κύριος

46Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ἰούδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον Ἠπάτησάν σε, καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου, καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου, ἀπέστρεψαν ἀπὸ σοῦ.

47καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 47
Top of Page
Top of Page