John 20
NLT Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New Living TranslationGreek Study Bible
1Early on Sunday morning, while it was still dark, Mary Magdalene came to the tomb and found that the stone had been rolled away from the entrance.1Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου
2She ran and found Simon Peter and the other disciple, the one whom Jesus loved. She said, “They have taken the Lord’s body out of the tomb, and we don’t know where they have put him!”2τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει Ἰησοῦς καὶ λέγει αὐτοῖς Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν
3Peter and the other disciple started out for the tomb.3Ἐξῆλθεν οὖν Πέτρος καὶ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον
4They were both running, but the other disciple outran Peter and reached the tomb first.4ἔτρεχον δὲ οἱ δύο ὁμοῦ καὶ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον
5He stooped and looked in and saw the linen wrappings lying there, but he didn’t go in.5καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέντοι εἰσῆλθεν
6Then Simon Peter arrived and went inside. He also noticed the linen wrappings lying there,6Ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα
7while the cloth that had covered Jesus’ head was folded up and lying apart from the other wrappings.7καὶ τὸ σουδάριον ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον
8Then the disciple who had reached the tomb first also went in, and he saw and believed—8τότε οὖν εἰσῆλθεν καὶ ἄλλος μαθητὴς ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπίστευσεν
9for until then they still hadn’t understood the Scriptures that said Jesus must rise from the dead.9οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι
10Then they went home. Jesus Appears to Mary Magdalene10Ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί
11Mary was standing outside the tomb crying, and as she wept, she stooped and looked in.11Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον
12She saw two white-robed angels, one sitting at the head and the other at the foot of the place where the body of Jesus had been lying.12καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ
13“Dear woman, why are you crying?” the angels asked her. “Because they have taken away my Lord,” she replied, “and I don’t know where they have put him.”13Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι τί κλαίεις Λέγει αὐτοῖς Ὅτι Ἦραν τὸν Κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν
14She turned to leave and saw someone standing there. It was Jesus, but she didn’t recognize him.14Ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν
15 “Dear woman, why are you crying?” Jesus asked her. “Who are you looking for?” She thought he was the gardener. “Sir,” she said, “if you have taken him away, tell me where you have put him, and I will go and get him.”15λέγει αὐτῇ Ἰησοῦς Γύναι τί κλαίεις τίνα ζητεῖς Ἐκείνη δοκοῦσα ὅτι κηπουρός ἐστιν λέγει αὐτῷ Κύριε εἰ σὺ ἐβάστασας αὐτόν εἰπέ μοι ποῦ ἔθηκας αὐτόν κἀγὼ αὐτὸν ἀρῶ
16 “Mary!” Jesus said. She turned to him and cried out, “Rabboni!” (which is Hebrew for “Teacher”).16Λέγει αὐτῇ Ἰησοῦς Μαριάμ Στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί Ραββουνι λέγεται Διδάσκαλε
17 “Don’t cling to me,” Jesus said, “for I haven’t yet ascended to the Father. But go find my brothers and tell them, ‘I am ascending to my Father and your Father, to my God and your God.’”17Λέγει αὐτῇ Ἰησοῦς Μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν
18Mary Magdalene found the disciples and told them, “I have seen the Lord!” Then she gave them his message. Jesus Appears to His Disciples18Ἔρχεται Μαριὰμ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι Ἑώρακα τὸν Κύριον καὶ ταῦτα εἶπεν αὐτῇ
19That Sunday evening the disciples were meeting behind locked doors because they were afraid of the Jewish leaders. Suddenly, Jesus was standing there among them! “Peace be with you,” he said.19Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἦλθεν Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν
20As he spoke, he showed them the wounds in his hands and his side. They were filled with joy when they saw the Lord!20καὶ τοῦτο εἰπὼν ἔδειξεν 〈καὶ〉 τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον
21Again he said, “Peace be with you. As the Father has sent me, so I am sending you.”21Εἶπεν οὖν αὐτοῖς Ἰησοῦς πάλιν Εἰρήνη ὑμῖν καθὼς ἀπέσταλκέν με Πατήρ κἀγὼ πέμπω ὑμᾶς
22Then he breathed on them and said, “Receive the Holy Spirit.22καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα Ἅγιον
23 If you forgive anyone’s sins, they are forgiven. If you do not forgive them, they are not forgiven.” Jesus Appears to Thomas23ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς ἄν τινων κρατῆτε κεκράτηνται
24One of the twelve disciples, Thomas (nicknamed the Twin), was not with the others when Jesus came.24Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα λεγόμενος Δίδυμος οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς
25They told him, “We have seen the Lord!” But he replied, “I won’t believe it unless I see the nail wounds in his hands, put my fingers into them, and place my hand into the wound in his side.”25ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν Κύριον δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον* τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ οὐ μὴ πιστεύσω
26Eight days later the disciples were together again, and this time Thomas was with them. The doors were locked; but suddenly, as before, Jesus was standing among them. “Peace be with you,” he said.26Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν ἔρχεται Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν
27Then he said to Thomas, “Put your finger here, and look at my hands. Put your hand into the wound in my side. Don’t be faithless any longer. Believe!”27εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός
28“My Lord and my God!” Thomas exclaimed.28Ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ Κύριός μου καὶ Θεός μου
29Then Jesus told him, “You believe because you have seen me. Blessed are those who believe without seeing me.” Purpose of the Book29Λέγει αὐτῷ Ἰησοῦς Ὅτι ἑώρακάς με πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες
30The disciples saw Jesus do many other miraculous signs in addition to the ones recorded in this book.30Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν [αὐτοῦ] οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ
31But these are written so that you may continue to believe that Jesus is the Messiah, the Son of God, and that by believing in him you will have life by the power of his name.31ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν Χριστὸς Υἱὸς τοῦ Θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ
Holy Bible, New Living Translation, copyright © 1996, 2004, 2015 by Tyndale House Foundation. Used by permission of Tyndale House Publishers, Inc., Carol Stream, Illinois 60188. All rights reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
John 19
Top of Page
Top of Page