2 Timothy 4
CSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Christian Standard BibleGreek Study Bible
1I solemnly charge you before God and Christ Jesus, who is going to judge the living and the dead, and because of his appearing and his kingdom:1Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ
2Preach the word; be ready in season and out of season; rebuke, correct, and encourage with great patience and teaching.2κήρυξον τὸν λόγον ἐπίστηθι εὐκαίρως ἀκαίρως ἔλεγξον ἐπιτίμησον παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ
3For the time will come when people will not tolerate sound doctrine, but according to their own desires, will multiply teachers for themselves because they have an itch to hear what they want to hear.3Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν
4They will turn away from hearing the truth and will turn aside to myths.4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται
5But as for you, exercise self-control in everything, endure hardship, do the work of an evangelist, fulfill your ministry.5Σὺ δὲ νῆφε ἐν πᾶσιν κακοπάθησον ἔργον ποίησον εὐαγγελιστοῦ τὴν διακονίαν σου πληροφόρησον
6For I am already being poured out as a drink offering, and the time for my departure is close.6Ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν
7I have fought the good fight, I have finished the race, I have kept the faith.7τὸν καλὸν ἀγῶνα ἠγώνισμαι τὸν δρόμον τετέλεκα τὴν πίστιν τετήρηκα
8There is reserved for me the crown of righteousness, which the Lord, the righteous Judge, will give me on that day, and not only to me, but to all those who have loved his appearing.8λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος ὃν ἀποδώσει μοι κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δίκαιος κριτής οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ
9Make every effort to come to me soon,9Σπούδασον ἐλθεῖν πρός με ταχέως
10because Demas has deserted me, since he loved this present world, and has gone to Thessalonica. Crescens has gone to Galatia, Titus to Dalmatia.10Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην Κρήσκης εἰς Γαλατίαν Τίτος εἰς Δαλματίαν
11Only Luke is with me. Bring Mark with you, for he is useful to me in the ministry.11Λουκᾶς ἐστιν μόνος μετ’ ἐμοῦ Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν
12I have sent Tychicus to Ephesus.12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον
13When you come, bring the cloak I left in Troas with Carpus, as well as the scrolls, especially the parchments.13τὸν φαιλόνην* ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας
14Alexander the coppersmith did great harm to me. The Lord will repay him according to his works.14Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο ἀποδώσει αὐτῷ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ
15Watch out for him yourself because he strongly opposed our words.15ὃν καὶ σὺ φυλάσσου λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις
16At my first defense, no one stood by me, but everyone deserted me. May it not be counted against them.16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη
17But the Lord stood with me and strengthened me, so that I might fully preach the word and all the Gentiles might hear it. So I was rescued from the lion's mouth.17 δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη καὶ ἐρρύσθην ἐκ στόματος λέοντος
18The Lord will rescue me from every evil work and will bring me safely into his heavenly kingdom. To him be the glory forever and ever! Amen.18ῥύσεταί με Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν
19Greet Prisca and Aquila, and the household of Onesiphorus.19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον
20Erastus has remained at Corinth; I left Trophimus sick at Miletus.20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα
21Make every effort to come before winter. Eubulus greets you, as do Pudens, Linus, Claudia, and all the brothers and sisters.21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες
22The Lord be with your spirit. Grace be with you all.22 Κύριος μετὰ τοῦ πνεύματός σου χάρις μεθ’ ὑμῶν ⧼Ἀμήν⧽
The Christian Standard Bible. Copyright © 2017 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
2 Timothy 3
Top of Page
Top of Page