Philippians 2
Study Bible
Being One in Christ

Εἴ  τις  οὖν  παράκλησις  ἐν  Χριστῷ,  εἴ  τι  παραμύθιον  ἀγάπης,  εἴ  τις  κοινωνία  Πνεύματος,  εἴ  τις  σπλάγχνα  καὶ  οἰκτιρμοί,  πληρώσατέ  μου  τὴν  χαρὰν  ἵνα  τὸ  αὐτὸ  φρονῆτε,  τὴν  αὐτὴν  ἀγάπην  ἔχοντες,  σύμψυχοι*,  τὸ  ἓν  φρονοῦντες,  μηδὲν  κατ’  ἐριθείαν  μηδὲ  κατὰ  κενοδοξίαν,  ἀλλὰ  τῇ  ταπεινοφροσύνῃ  ἀλλήλους  ἡγούμενοι  ὑπερέχοντας  ἑαυτῶν,  μὴ  τὰ  ἑαυτῶν  ἕκαστοι  σκοποῦντες,  ἀλλὰ  καὶ  τὰ  ἑτέρων  ἕκαστοι. 

The Attitude of Christ

τοῦτο  φρονεῖτε  ἐν  ὑμῖν    καὶ  ἐν  Χριστῷ  Ἰησοῦ,  ὃς  ἐν  μορφῇ  Θεοῦ  ὑπάρχων  οὐχ  ἁρπαγμὸν  ἡγήσατο  τὸ  εἶναι  ἴσα  Θεῷ,  ἀλλὰ  ἑαυτὸν  ἐκένωσεν  μορφὴν  δούλου  λαβών,  ἐν  ὁμοιώματι  ἀνθρώπων  γενόμενος·  καὶ  σχήματι  εὑρεθεὶς  ὡς  ἄνθρωπος  ἐταπείνωσεν  ἑαυτὸν  γενόμενος  ὑπήκοος  μέχρι  θανάτου,  θανάτου  δὲ  σταυροῦ.  διὸ  καὶ    Θεὸς  αὐτὸν  ὑπερύψωσεν,  καὶ  ἐχαρίσατο  αὐτῷ  τὸ  ὄνομα  τὸ  ὑπὲρ  πᾶν  ὄνομα,  10 ἵνα  ἐν  τῷ  ὀνόματι  Ἰησοῦ  πᾶν  γόνυ  κάμψῃ  ἐπουρανίων  καὶ  ἐπιγείων  καὶ  καταχθονίων,  11 καὶ  πᾶσα  γλῶσσα  ἐξομολογήσηται  ὅτι  ΚΥΡΙΟΣ  ΙΗΣΟΥΣ  ΧΡΙΣΤΟΣ  εἰς  δόξαν  Θεοῦ  Πατρός. 

Shining as Stars

12 Ὥστε,  ἀγαπητοί  μου,  καθὼς  πάντοτε  ὑπηκούσατε,  μὴ  ὡς  ἐν  τῇ  παρουσίᾳ  μου  μόνον  ἀλλὰ  νῦν  πολλῷ  μᾶλλον  ἐν  τῇ  ἀπουσίᾳ  μου,  μετὰ  φόβου  καὶ  τρόμου  τὴν  ἑαυτῶν  σωτηρίαν  κατεργάζεσθε·  13 Θεὸς  γάρ  ἐστιν    ἐνεργῶν  ἐν  ὑμῖν  καὶ  τὸ  θέλειν  καὶ  τὸ  ἐνεργεῖν  ὑπὲρ  τῆς  εὐδοκίας. 

14 πάντα  ποιεῖτε  χωρὶς  γογγυσμῶν  καὶ  διαλογισμῶν,  15 ἵνα  γένησθε  ἄμεμπτοι  καὶ  ἀκέραιοι,  τέκνα  Θεοῦ  ἄμωμα  μέσον  γενεᾶς  σκολιᾶς  καὶ  διεστραμμένης,  ἐν  οἷς  φαίνεσθε  ὡς  φωστῆρες  ἐν  κόσμῳ,  16 λόγον  ζωῆς  ἐπέχοντες,  εἰς  καύχημα  ἐμοὶ  εἰς  ἡμέραν  Χριστοῦ,  ὅτι  οὐκ  εἰς  κενὸν  ἔδραμον  οὐδὲ  εἰς  κενὸν  ἐκοπίασα.  17 Ἀλλὰ  εἰ  καὶ  σπένδομαι  ἐπὶ  τῇ  θυσίᾳ  καὶ  λειτουργίᾳ  τῆς  πίστεως  ὑμῶν,  χαίρω  καὶ  συνχαίρω  πᾶσιν  ὑμῖν·  18 τὸ  δὲ  αὐτὸ  καὶ  ὑμεῖς  χαίρετε  καὶ  συνχαίρετέ  μοι. 

Timothy and Epaphroditus

19 Ἐλπίζω  δὲ  ἐν  Κυρίῳ  Ἰησοῦ  Τιμόθεον  ταχέως  πέμψαι  ὑμῖν,  ἵνα  κἀγὼ  εὐψυχῶ  γνοὺς  τὰ  περὶ  ὑμῶν.  20 οὐδένα  γὰρ  ἔχω  ἰσόψυχον,  ὅστις  γνησίως  τὰ  περὶ  ὑμῶν  μεριμνήσει·  21 οἱ  πάντες  γὰρ  τὰ  ἑαυτῶν  ζητοῦσιν,  οὐ  τὰ  Χριστοῦ ⇔  Ἰησοῦ.  22 τὴν  δὲ  δοκιμὴν  αὐτοῦ  γινώσκετε,  ὅτι  ὡς  πατρὶ  τέκνον  σὺν  ἐμοὶ  ἐδούλευσεν  εἰς  τὸ  εὐαγγέλιον.  23 Τοῦτον  μὲν  οὖν  ἐλπίζω  πέμψαι  ὡς  ἂν  ἀφίδω  τὰ  περὶ  ἐμὲ  ἐξαυτῆς·  24 πέποιθα  δὲ  ἐν  Κυρίῳ  ὅτι  καὶ  αὐτὸς  ταχέως  ἐλεύσομαι. 

Epaphroditus Commended

25 ἀναγκαῖον  δὲ  ἡγησάμην  Ἐπαφρόδιτον  τὸν  ἀδελφὸν  καὶ  συνεργὸν  καὶ  συστρατιώτην*  μου,  ὑμῶν  δὲ  ἀπόστολον  καὶ  λειτουργὸν  τῆς  χρείας  μου,  πέμψαι  πρὸς  ὑμᾶς,  26 ἐπειδὴ  ἐπιποθῶν  ἦν  πάντας  ὑμᾶς,  (ἰδεῖν)  καὶ  ἀδημονῶν,  διότι  ἠκούσατε  ὅτι  ἠσθένησεν.  27 καὶ  γὰρ  ἠσθένησεν  παραπλήσιον  θανάτῳ·  ἀλλὰ    Θεὸς  ἠλέησεν  αὐτόν,  οὐκ  αὐτὸν  δὲ  μόνον  ἀλλὰ  καὶ  ἐμέ,  ἵνα  μὴ  λύπην  ἐπὶ  λύπην  σχῶ.  28 σπουδαιοτέρως  οὖν  ἔπεμψα  αὐτὸν,  ἵνα  ἰδόντες  αὐτὸν  πάλιν  χαρῆτε  κἀγὼ  ἀλυπότερος  ὦ.  29 προσδέχεσθε  οὖν  αὐτὸν  ἐν  Κυρίῳ  μετὰ  πάσης  χαρᾶς,  καὶ  τοὺς  τοιούτους  ἐντίμους  ἔχετε,  30 ὅτι  διὰ  τὸ  ἔργον  Χριστοῦ  μέχρι  θανάτου  ἤγγισεν  παραβολευσάμενος  τῇ  ψυχῇ,  ἵνα  ἀναπληρώσῃ  τὸ  ὑμῶν  ὑστέρημα  τῆς  πρός  με  λειτουργίας. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Philippians 1
Top of Page
Top of Page