Acts 11
HCSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Holman Christian Standard BibleGreek Study Bible
1The apostles and the brothers who were throughout Judea heard that the Gentiles had welcomed God's message also. 1Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ
2When Peter went up to Jerusalem, those who stressed circumcision argued with him,2Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
3saying, "You visited uncircumcised men and ate with them!" 3λέγοντες ὅτι Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς
4Peter began to explain to them in an orderly sequence, saying: "4Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων
5I was in the town of Joppa praying, and I saw, in a visionary state, an object that resembled a large sheet coming down, being lowered by its four corners from heaven, and it came to me. 5Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ καὶ ἦλθεν ἄχρι ἐμοῦ
6When I looked closely and considered it, I saw the four-footed animals of the earth, the wild beasts, the reptiles, and the birds of the sky. 6εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ
7Then I also heard a voice telling me, Get up, Peter; kill and eat!'" 7ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι Ἀναστάς Πέτρε θῦσον καὶ φάγε
8No, Lord!' I said. 'For nothing common or ritually unclean has ever entered my mouth!'8Εἶπον δέ Μηδαμῶς Κύριε ὅτι κοινὸν ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου
9But a voice answered from heaven a second time, 'What God has made clean, you must not call common.'" 9Ἀπεκρίθη δὲ «ἐκ δευτέρου» φωνὴ ἐκ τοῦ οὐρανοῦ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου
10Now this happened three times, and then everything was drawn up again into heaven. 10Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν
11At that very moment, three men who had been sent to me from Caesarea arrived at the house where we were. 11Καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἦμεν ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με
12Then the Spirit told me to accompany them with no doubts at all. These six brothers accompanied me, and we went into the man's house.12εἶπεν δὲ τὸ Πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός
13He reported to us how he had seen the angel standing in his house and saying, 'Send to Joppa, and call for Simon, who is also named Peter. 13ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον
14He will speak a message to you that you and all your household will be saved by.'" 14ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς οἶκός σου
15As I began to speak, the Holy Spirit came down on them, just as on us at the beginning.15Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ
16Then I remembered the word of the Lord, how He said, John baptized with water, but you will be baptized with the Holy Spirit.'16ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου ὡς ἔλεγεν Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ
17Therefore, if God gave them the same gift that He also gave to us when we believed on the Lord Jesus Christ, how could I possibly hinder God?" 17εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς Θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν
18When they heard this they became silent. Then they glorified God, saying, "So God has granted repentance resulting in life even to the Gentiles!" 18Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν Θεὸν λέγοντες Ἄρα καὶ τοῖς ἔθνεσιν Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν
19Those who had been scattered as a result of the persecution that started because of Stephen made their way as far as Phoenicia, Cyprus, and Antioch, speaking the message to no one except Jews. 19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις
20But there were some of them, Cypriot and Cyrenian men, who came to Antioch and began speaking to the Hellenists, proclaiming the good news about the Lord Jesus.20Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν
21The Lord's hand was with them, and a large number who believed turned to the Lord.21καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον
22Then the report about them was heard by the church that was at Jerusalem, and they sent out Barnabas to travel as far as Antioch. 22Ἠκούσθη δὲ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν καὶ ἐξαπέστειλαν Βαρνάβαν [διελθεῖν] ἕως Ἀντιοχείας
23When he arrived and saw the grace of God, he was glad and encouraged all of them to remain true to the Lord with a firm resolve of the heart,23ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ Θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν (ἐν) τῷ Κυρίῳ
24for he was a good man, full of the Holy Spirit and of faith. And large numbers of people were added to the Lord. 24ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ
25Then he went to Tarsus to search for Saul, 25Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον
26and when he found him he brought him to Antioch. For a whole year they met with the church and taught large numbers. The disciples were first called Christians at Antioch. 26καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς
27In those days some prophets came down from Jerusalem to Antioch.27Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν
28Then one of them, named Agabus, stood up and predicted by the Spirit that there would be a severe famine throughout the Roman world. This took place during the time of Claudius.28ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ Πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην ἥτις ἐγένετο ἐπὶ Κλαυδίου
29So each of the disciples, according to his ability, determined to send relief to the brothers who lived in Judea.29τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς
30They did this, sending it to the elders by means of Barnabas and Saul. 30 καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου
Holman Christian Standard Bible®, Copyright © 1999, 2000, 2002, 2003, 2009 by Holman Bible Publishers. Used by permission.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 10
Top of Page
Top of Page