Judgment on Moab 1τῇ μωαβ οὕτως εἶπεν κύριος οὐαὶ ἐπὶ ναβαυ ὅτι ὤλετο ἐλήμφθη καριαθαιμ ᾐσχύνθη αμαθ καὶ ἡττήθη 2οὐκ ἔστιν ἔτι ἰατρεία μωαβ ἀγαυρίαμα ἐν εσεβων ἐλογίσαντο ἐπ' αὐτὴν κακά ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους καὶ παῦσιν παύσεται ὄπισθέν σου βαδιεῖται μάχαιρα 3ὅτι φωνὴ κεκραγότων ἐξ ωρωναιμ ὄλεθρος καὶ σύντριμμα μέγα 4συνετρίβη μωαβ ἀναγγείλατε εἰς ζογορα 5ὅτι ἐπλήσθη αλαωθ ἐν κλαυθμῷ ἀναβήσεται κλαίων ἐν ὁδῷ ωρωναιμ κραυγὴν συντρίμματος ἠκούσατε 6φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ 7ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου καὶ σὺ συλλημφθήσῃ καὶ ἐξελεύσεται χαμως ἐν ἀποικίᾳ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα 8καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν καὶ πόλις οὐ μὴ σωθῇ καὶ ἀπολεῖται ὁ αὐλών καὶ ἐξολεθρευθήσεται ἡ πεδινή καθὼς εἶπεν κύριος 9δότε σημεῖα τῇ μωαβ ὅτι ἁφῇ ἀναφθήσεται καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται πόθεν ἔνοικος αὐτῇ 10ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ' αἵματος 11ἀνεπαύσατο μωαβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν 12διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστελῶ αὐτῷ κλίνοντας καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν 13καὶ καταισχυνθήσεται μωαβ ἀπὸ χαμως ὥσπερ κατῃσχύνθη οἶκος ισραηλ ἀπὸ βαιθηλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπ' αὐτοῖς 14πῶς ἐρεῖτε ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά 15ὤλετο μωαβ πόλις αὐτοῦ καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν 16ἐγγὺς ἡμέρα μωαβ ἐλθεῖν καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα 17κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ πάντες εἰδότες ὄνομα αὐτοῦ εἴπατε πῶς συνετρίβη βακτηρία εὐκλεής ῥάβδος μεγαλώματος 18κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη δαιβων ἐκτρίβητε ὅτι ὤλετο μωαβ ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου 19ἐφ' ὁδοῦ στῆθι καὶ ἔπιδε καθημένη ἐν αροηρ καὶ ἐρώτησον φεύγοντα καὶ σῳζόμενον καὶ εἰπόν τί ἐγένετο 20κατῃσχύνθη μωαβ ὅτι συνετρίβη ὀλόλυξον καὶ κέκραξον ἀνάγγειλον ἐν αρνων ὅτι ὤλετο μωαβ 21καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ μισωρ ἐπὶ χαιλων καὶ ἐπὶ ιασσα καὶ ἐπὶ μωφαθ 22καὶ ἐπὶ δαιβων καὶ ἐπὶ ναβαυ καὶ ἐπ' οἶκον δεβλαθαιμ 23καὶ ἐπὶ καριαθαιμ καὶ ἐπ' οἶκον γαμωλ καὶ ἐπ' οἶκον μαων 24καὶ ἐπὶ καριωθ καὶ ἐπὶ βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς 25κατεάχθη κέρας μωαβ καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη 26μεθύσατε αὐτόν ὅτι ἐπὶ κύριον ἐμεγαλύνθη καὶ ἐπικρούσει μωαβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός 27καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι ισραηλ εἰ ἐν κλοπαῖς σου εὑρέθη ὅτι ἐπολέμεις αὐτόν 28κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες μωαβ ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου 29ἤκουσα ὕβριν μωαβ ὕβρισεν λίαν ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ καὶ ὑψώθη ἡ καρδία αὐτοῦ 30ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ οὐχὶ τὸ ἱκανὸν αὐτοῦ οὐχ οὕτως ἐποίησεν 31διὰ τοῦτο ἐπὶ μωαβ ὀλολύζετε πάντοθεν βοήσατε ἐπ' ἄνδρας κιραδας αὐχμοῦa 32ὡς κλαυθμὸν ιαζηρ ἀποκλαύσομαί σοι ἄμπελος σεβημα κλήματά σου διῆλθεν θάλασσαν ιαζηρ ἥψαντο ἐπὶ ὀπώραν σου ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν 33συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς μωαβίτιδος καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου πρωὶ οὐκ ἐπάτησαν οὐδὲ δείλης οὐκ ἐποίησαν αιδαδ 34ἀπὸ κραυγῆς εσεβων ἕως ελεαλη αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν ἀπὸ ζογορ ἕως ωρωναιμ καὶ αγλαθ-σαλισια ὅτι καὶ τὸ ὕδωρ νεβριμ εἰς κατάκαυμα ἔσται 35καὶ ἀπολῶ τὸν μωαβ φησὶν κύριος ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ 36διὰ τοῦτο καρδία μου μωαβ ὥσπερ αὐλοὶ βομβήσουσιν καρδία μου ἐπ' ἀνθρώπους κιραδας ὥσπερ αὐλὸς βομβήσει διὰ τοῦτο ἃ περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου 37πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται καὶ πᾶς πώγων ξυρηθήσεται καὶ πᾶσαι χεῖρες κόψονται καὶ ἐπὶ πάσης ὀσφύος σάκκος 38καὶ ἐπὶ πάντων τῶν δωμάτων μωαβ καὶ ἐπὶ πλατείαις αὐτῆς ὅτι συνέτριψα τὸν μωαβ φησὶν κύριος ὡς ἀγγεῖον οὗ οὐκ ἔστιν χρεία αὐτοῦ 39πῶς κατήλλαξεν πῶς ἔστρεψεν νῶτον μωαβ ᾐσχύνθη καὶ ἐγένετο μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς 40ὅτι οὕτως εἶπεν κύριος 41ἐλήμφθη ακκαριωθ καὶ τὰ ὀχυρώματα συνελήμφθη 42καὶ ἀπολεῖται μωαβ ἀπὸ ὄχλου ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη 43παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί καθήμενος μωαβ 44ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλλημφθήσεται ἐν τῇ παγίδι ὅτι ἐπάξω ταῦτα ἐπὶ μωαβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς
Footnotes: 31 a See Isaiah 16:7. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |