Romans 11
Study Bible PAR ▾ 
A Remnant of Israel

Λέγω οὖν μὴ ἀπώσατο Θεὸς τὸν λαὸν αὐτοῦ μὴ γένοιτο καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί ἐκ σπέρματος Ἀβραάμ φυλῆς Βενιαμίν οὐκ ἀπώσατο Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει γραφή ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ Κύριε τοὺς προφήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου Ἀλλὰ τί λέγει αὐτῷ χρηματισμός Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα* κατ’ ἐκλογὴν χάριτος γέγονεν εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ χάρις οὐκέτι γίνεται χάρις ⧼Εἰ δὲ ἐξ ἔργων οὐκέτι ἐστὶν χάρις ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον⧽

Τί οὖν ἐπιζητεῖ Ἰσραήλ τοῦτο οὐκ ἐπέτυχεν δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν

καθὼς* γέγραπται Ἔδωκεν αὐτοῖς Θεὸς πνεῦμα κατανύξεως ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν ἕως τῆς σήμερον ἡμέρας

Καὶ Δαυὶδ λέγει Γενηθήτω τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς

10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον

The Ingrafting of the Gentiles

11 Λέγω οὖν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τῷ αὐτῶν παραπτώματι σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς 12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν 13 Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος τὴν διακονίαν μου δοξάζω 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν 15 εἰ γὰρ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου τίς πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν 16 εἰ δὲ ἀπαρχὴ ἁγία καὶ τὸ φύραμα καὶ εἰ ῥίζα ἁγία καὶ οἱ κλάδοι

17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συνκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου 18 μὴ κατακαυχῶ τῶν κλάδων εἰ δὲ κατακαυχᾶσαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ῥίζα σέ 19 Ἐρεῖς οὖν Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ 20 καλῶς τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν σὺ δὲ τῇ πίστει ἕστηκας μὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβοῦ 21 εἰ γὰρ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο [μή πως] οὐδὲ σοῦ φείσεται 22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία ἐπὶ δὲ σὲ χρηστότης Θεοῦ ἐὰν ἐπιμένῃς τῇ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ 23 κἀκεῖνοι δέ ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ ἐνκεντρισθήσονται δυνατὸς γάρ ἐστιν Θεὸς πάλιν ἐνκεντρίσαι αὐτούς 24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐνκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ

All Israel Shall Be Saved

25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν ἀδελφοί τὸ μυστήριον τοῦτο ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ

26 καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν Ῥυόμενος ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ

27 καὶ αὕτη αὐτοῖς παρ’ ἐμοῦ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν

28 Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας 29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ κλῆσις τοῦ Θεοῦ 30 Ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ 31 οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν 32 συνέκλεισεν γὰρ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ

33  βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ 34 Τίς γὰρ ἔγνω νοῦν Κυρίου τίς σύμβουλος αὐτοῦ ἐγένετο 35  τίς προέδωκεν αὐτῷ καὶ ἀνταποδοθήσεται αὐτῷ 36 ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα αὐτῷ δόξα εἰς τοὺς αἰῶνας ἀμήν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Romans 10
Top of Page
Top of Page