John 8
Study Bible PAR ▾ 
Jesus Delivers the Adulterous Woman

Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς ἄγουσιν* δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι 〈πρὸς αὐτὸν〉 γυναῖκα ἐπὶ* μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ λέγουσιν αὐτῷ Διδάσκαλε αὕτη γυνὴ κατείληπται* ἐπ’* αυτοφώρῳ* μοιχευομένη ἐν δὲ τῷ νόμῳ Μωϋσῆς* ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθάζειν* σὺ οὖν τί λέγεις Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν* κατηγορεῖν αὐτοῦ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν* εἰς τὴν γῆν Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν [ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς] ἀναμάρτητος ὑμῶν πρῶτος 〈τὸν〉 λίθον «ἐπ’ αὐτῇ βαλέτω» καὶ πάλιν κάτω¦κύψας ἔγραφεν εἰς τὴν γῆν Οἱ δὲ ἀκούσαντες 〈καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι〉 ἐξήρχοντο εἷς καθ‿ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων 〈ἕως τῶν ἐσχάτων〉 καὶ κατελείφθη μόνος 〈ὁ Ἰησοῦς〉 καὶ γυνὴ ἐν μέσῳ οὖσα* 10 ἀνακύψας δὲ Ἰησοῦς 〈καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικὸς〉 εἶπεν αὐτῇ 〈Ἡ〉 Γύναι* ποῦ εἰσιν 〈ἐκεῖνοι οἱ κατήγοροί σου〉 οὐδείς σε κατέκρινεν 11  δὲ εἶπεν Οὐδείς κύριε Εἶπεν* δὲ 〈αὐτῇ〉 Ἰησοῦς Οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ [ἀπὸ τοῦ νῦν] μηκέτι ἁμάρτανε

Jesus the Light of the World

12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ἀκολουθῶν ἐμοὶ* οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς 13 Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς μαρτυρία σου οὐκ ἔστιν ἀληθής 14 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ποῦ ὑπάγω 15 Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ κρίσις ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ’ ἐγὼ καὶ πέμψας με ‹πατήρ› 17 Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων μαρτυρία ἀληθής ἐστιν 18 ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με Πατήρ 19 Ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν Πατήρ σου Ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου εἰ ἐμὲ ᾔδειτε καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε 20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ

21 Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν 22 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν 23 Καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ ἐγὼ ἐκ τῶν ἄνω εἰμί ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν 25 Ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ Εἶπεν αὐτοῖς Ἰησοῦς Τὴν ἀρχὴν ὅ¦τι καὶ λαλῶ ὑμῖν 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν ἀλλ’ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἤκουσα παρ’ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον 27 Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν 28 εἶπεν οὖν [αὐτοῖς] Ἰησοῦς Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με Πατὴρ ταῦτα λαλῶ 29 καὶ πέμψας με μετ’ ἐμοῦ ἐστιν οὐκ ἀφῆκέν με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε 30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν

The Truth will Set You Free

31 Ἔλεγεν οὖν Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ ἀληθῶς μαθηταί μού ἐστε 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἀλήθεια ἐλευθερώσει ὑμᾶς 33 Ἀπεκρίθησαν πρὸς αὐτόν Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε

34 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας 35  δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα υἱὸς μένει εἰς τὸν αἰῶνα 36 ἐὰν οὖν Υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε 37 Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν 38  ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ καὶ ὑμεῖς οὖν ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε

39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν Λέγει αὐτοῖς Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε* 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν Εἶπαν [οὖν] αὐτῷ Ἡμεῖς ἐκ πορνείας ‹οὐ γεγεννήμεθα› ἕνα Πατέρα ἔχομεν τὸν Θεόν

The Children of the Devil

42 Εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ Θεὸς Πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν 43 Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ ὅτι ψεύστης ἐστὶν καὶ πατὴρ αὐτοῦ 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι 46 Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας εἰ ἀλήθειαν λέγω διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι 47  ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ

Before Abraham Was, I Am

48 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις 49 Ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμῶ τὸν Πατέρα μου καὶ ὑμεῖς ἀτιμάζετέ με 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου ἔστιν ζητῶν καὶ κρίνων 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα 52 [Εἶπον οὖν] αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προφῆται ἀπέθανον τίνα σεαυτὸν ποιεῖς 54 Ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν δόξα μου οὐδέν ἐστιν ἔστιν Πατήρ μου δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστιν 55 καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἶδα αὐτόν κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν ἔσομαι ὅμοιος ὑμῖν ψεύστης ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ 56 Ἀβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἶδεν καὶ ἐχάρη 57 Εἶπον* οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας 58 Εἶπεν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί 59 Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ ⧼διελθὼν διὰ μέσου αὐτῶν καὶ παρῆγεν οὕτως⧽

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


John 7
Top of Page
Top of Page