Colossians 3
Study Bible ABP ▾ 
Put on the New Self

Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ τὰ ἄνω ζητεῖτε οὗ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς γῆς ἀπεθάνετε γάρ καὶ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ ὅταν Χριστὸς φανερωθῇ ζωὴ ὑμῶν* τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ

Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς πορνείαν ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία δι’ ἔρχεται ὀργὴ τοῦ Θεοῦ ‹ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας› ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν Μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος περιτομὴ καὶ ἀκροβυστία βάρβαρος Σκύθης δοῦλος ἐλεύθερος ἀλλὰ ‹τὰ› πάντα καὶ ἐν πᾶσιν Χριστός

12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμοῦ χρηστότητα ταπεινοφροσύνην πραΰτητα μακροθυμίαν 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν καθὼς καὶ Κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς 14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην ἐστιν σύνδεσμος τῆς τελειότητος 15 καὶ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι καὶ εὐχάριστοι γίνεσθε 16  λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς ὕμνοις ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ 17 καὶ πᾶν τι ἐὰν ποιῆτε ἐν λόγῳ ἐν ἔργῳ πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ εὐχαριστοῦντες τῷ Θεῷ Πατρὶ δι’ αὐτοῦ

Christian Households

18 Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἀνδράσιν ὡς ἀνῆκεν ἐν Κυρίῳ 19 Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς 20 Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν Κυρίῳ 21 Οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυμῶσιν

22 Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλίαις ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν Κύριον 23  ἐὰν ποιῆτε ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις 24 εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας τῷ Κυρίῳ Χριστῷ δουλεύετε 25  γὰρ ἀδικῶν κομίσεται ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Colossians 2
Top of Page
Top of Page