Galatians 6
Study Bible PAR ▾ 
Bear One Another's Burdens

Ἀδελφοί ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν φρεναπατᾷ ἑαυτόν Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει

Κοινωνείτω δὲ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς Μὴ πλανᾶσθε Θεὸς οὐ μυκτηρίζεται γὰρ ἐὰν σπείρῃ ἄνθρωπος τοῦτο καὶ θερίσει ὅτι σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν δὲ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐνκακῶμεν καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι 10 Ἄρα οὖν ὡς καιρὸν ἔχομεν* ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως

Paul's Final Warning

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί 12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ (Ἰησοῦ) μὴ διώκωνται 13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται 14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ 15 οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις

Benediction

16 Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ

17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω

18  χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ἀδελφοί Ἀμήν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Galatians 5
Top of Page
Top of Page