Hebrews 8
Study Bible ABP ▾ 
Christ's Eternal Priesthood

Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις τοιοῦτον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς Μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν Κύριος οὐκ ἄνθρωπος Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον προσενέγκῃ εἰ μὲν οὖν ἦν ἐπὶ γῆς οὐδ’ ἂν ἦν ἱερεύς ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν Ὅρα γάρ φησίν Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει Νυνὶ* δὲ διαφορωτέρας τέτυχεν λειτουργίας ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται

The New Covenant

εἰ γὰρ πρώτη ἐκείνη ἦν ἄμεμπτος οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος

μεμφόμενος γὰρ αὐτοὺς λέγει Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν

οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου κἀγὼ ἠμέλησα αὐτῶν λέγει Κύριος

10 ὅτι αὕτη διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας λέγει Κύριος διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν

11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων Γνῶθι τὸν Κύριον ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν

12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι

13 Ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκεν τὴν πρώτην τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Hebrews 7
Top of Page
Top of Page