James 4
Study Bible PAR ▾ 
Warning against Pride

Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν μάχεσθε καὶ πολεμεῖτε οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε Μοιχαλίδες οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθίσταται δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκισεν ἐν ἡμῖν μείζονα δὲ δίδωσιν χάριν διὸ λέγει Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν

Drawing Near to God

Ὑποτάγητε οὖν τῷ Θεῷ ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ’ ὑμῶν ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ* ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν 10 ταπεινώθητε ἐνώπιον Κυρίου καὶ ὑψώσει ὑμᾶς

11 Μὴ καταλαλεῖτε ἀλλήλων ἀδελφοί καταλαλῶν ἀδελφοῦ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον εἰ δὲ νόμον κρίνεις οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής 12 εἷς ἐστιν [ὁ] νομοθέτης καὶ κριτής δυνάμενος σῶσαι καὶ ἀπολέσαι σὺ δὲ τίς εἶ κρίνων τὸν πλησίον

Do Not Boast about Tomorrow

13 Ἄγε νῦν οἱ λέγοντες Σήμερον αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν 14 οἵτινες οὐκ ἐπίστασθε ‹τὸ› τῆς αὔριον ποία ζωὴ ὑμῶν ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη 15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν Κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἐκεῖνο 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις* ὑμῶν πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ἁμαρτία αὐτῷ ἐστιν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


James 3
Top of Page
Top of Page