Revelation 5
ISV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
International Standard VersionGreek Study Bible
1Then I saw in the right hand of the one who sits on the throne a scroll written on the inside and on the outside, sealed with seven seals. 1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν κατεσφραγισμένον σφραγῖσιν ἑπτά
2I also saw a powerful angel proclaiming with a loud voice, "Who is worthy to open the scroll and break its seals?" 2καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ
3No one in heaven, on earth, or under the earth could open the scroll or look inside it. 3Καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό
4I began to cry bitterly because no one was found worthy to open the scroll or look inside it.4καὶ ‹ἐγὼ› ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό
5"Stop crying," one of the elders told me. "Look! The Lion from the tribe of Judah, the Root of David, has conquered. He can open the scroll and its seven seals."5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι Μὴ κλαῖε ἰδοὺ ἐνίκησεν Λέων ἐκ τῆς φυλῆς Ἰούδα Ῥίζα Δαυίδ ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ
6Then I saw a lamb standing in the middle of the throne, the four living creatures, and the elders. He looked like he had been slaughtered. He had seven horns and seven eyes, which are the seven spirits of God sent into all the earth. 6Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων Ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά οἵ εἰσιν τὰ ἑπτὰ Πνεύματα τοῦ Θεοῦ ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν
7He went and took the scroll from the right hand of the one who sits on the throne.7καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου
8When the lamb had taken the scroll, the four living creatures and the twenty-four elders bowed down in front of him. Each held a harp and a gold bowl full of incense, the prayers of the saints. 8Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ Ἀρνίου ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων
9They sang a new song: "You are worthy to take the scroll and open its seals, because you were slaughtered. With your blood you purchased people for God from every tribe, language, people, and nation.9καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους
10You made them a kingdom and priests for our God, and they will reign on the earth."10καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς
11Then I looked, and I heard the voices of many angels, the living creatures, and the elders surrounding the throne. They numbered 10,000's times 10,000 and thousands times thousands. 11Καὶ εἶδον καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων καὶ ἦν ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων
12They sang with a loud voice, "Worthy is the lamb who was slaughtered to receive power, wealth, wisdom, strength, honor, glory, and praise!"12λέγοντες φωνῇ μεγάλῃ Ἄξιόν* ἐστιν τὸ Ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν
13I heard every creature in heaven, on earth, under the earth, and on the sea, and everything that is in them, saying, "To the one who sits on the throne and to the lamb be praise, honor, glory, and power forever and ever!"13Καὶ πᾶν κτίσμα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης 〈ἐστίν〉 καὶ τὰ ἐν αὐτοῖς πάντα ἤκουσα λέγοντας Τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ Ἀρνίῳ εὐλογία καὶ τιμὴ καὶ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
14Then the four living creatures said, "Amen!", and the elders bowed down and worshipped.14Καὶ τὰ τέσσαρα ζῷα ἔλεγον Ἀμήν καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν {ζῶντι εἰς τοὺς αἰωνας τῶν αἰώνων}
The Holy Bible: International Standard Version® Release 2.1 Copyright © 1996-2012 The ISV Foundation
ALL RIGHTS RESERVED INTERNATIONALLY.
Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Revelation 4
Top of Page
Top of Page