1 Corinthians 12
Study Bible PAR ▾ 
Spiritual Gifts Bestowed

Περὶ δὲ τῶν πνευματικῶν ἀδελφοί οὐ θέλω ὑμᾶς ἀγνοεῖν Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει Αναθεμα ΙΗΣΟΥΣ καὶ οὐδεὶς δύναται εἰπεῖν Κυριος ΙΗΣΟΥΣ εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ

Διαιρέσεις δὲ χαρισμάτων εἰσίν τὸ δὲ αὐτὸ Πνεῦμα καὶ διαιρέσεις διακονιῶν εἰσιν καὶ αὐτὸς Κύριος καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν (καὶ) δὲ αὐτὸς Θεός ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν Ἑκάστῳ δὲ δίδοται φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι 10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ διακρίσεις πνευμάτων ἑτέρῳ γένη γλωσσῶν ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται

Many Members, One Body

12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα οὕτως καὶ Χριστός 13 καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν

14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά 15 ἐὰν εἴπῃ πούς Ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς Ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός ποῦ ἀκοή εἰ ὅλον ἀκοή ποῦ ὄσφρησις 18 Νυνὶ* δὲ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος ποῦ τὸ σῶμα 20 νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα 21 Οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί Χρείαν σου οὐκ ἔχω πάλιν κεφαλὴ τοῖς ποσίν Χρείαν ὑμῶν οὐκ ἔχω 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν 23 καὶ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει Ἀλλὰ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν 25 ἵνα μὴ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη 26 καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη εἴτε δοξάζεται [ἓν] μέλος συνχαίρει πάντα τὰ μέλη

27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους

Spiritual Gifts

28 Καὶ οὓς μὲν ἔθετο Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις ἔπειτα χαρίσματα ἰαμάτων ἀντιλήμψεις κυβερνήσεις γένη γλωσσῶν 29 μὴ πάντες ἀπόστολοι μὴ πάντες προφῆται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλοῦσιν μὴ πάντες διερμηνεύουσιν 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα Καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


1 Corinthians 11
Top of Page
Top of Page