Signs of the Coming Captivity 1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 2Υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν, καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσιν· διότι οἶκος παραπικραίνων ἐστίν. 3καὶ σύ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν, καὶ αἰχμαλωτευθήσει ἐκ τοῦ τόπου σου εἰς τόπον ἕτερον ἐνώπιον αὐτῶν, ὅπως εἰδῶσιν διότι οἶκος παραπικραίνων ἐστίν. 4καὶ ἐξοίσεις τὰ σκεύη σου σκεύη αἰχμαλωσίας ἡμέρας κατ᾽ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος 5ἐνώπιον αὐτῶν· διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ διεξελεύσῃ δι᾽ αὐτοῦ. 6ἐνώπιον αὐτῶν ἐπ᾽ ὤμων ἀναλημφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. 7καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι, καὶ σκεύη ἐξήνεγκα αἰχμαλωσίας ἡμέρας, καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον· ἐπ᾽ ὤμων ἀνελήμφθην ἐνώπιον αὐτῶν. 8Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ τὸ πρωὶ λέγων 9Υἱὲ ἀνθρώπου, οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραήλ, οἶκος ὁ παραπικραίνων Τί σὺ ποιεῖς; 10εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος Κύριος Ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ἰερουσαλὴμ καὶ παντὶ οἴκῳ Ἰσραὴλ οἵ εἰσιν ἐν μέσῳ αὐτῶν, 11εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ, ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτῷ· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται, 12καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ᾽ ὤμων ἀρθήσεται, καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι᾽ αὐτοῦ· τὸ πρόσωπον αὐτοῦ συνκαλύψει ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται. 13καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ᾽ αὐτόν, καὶ συλλημφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει. 14καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν. 15καὶ γνώσονται διότι ἐγὼ Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις. 16καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. 17Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 18Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ᾽ ὀδύνης φάγεσαι, καὶ τὸ ὕδωρ μετὰ βασάνου καὶ θλίψεως πίεσαι. 19καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς Τάδε λέγει Κύριος τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ Τοὺς ἄρτους αὐτῶν μετ᾽ ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 20καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. The Presumptuous Proverb 21Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 22Υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ ὑμῖν ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ, λέγοντες Μακραὶ αἱ ἡμέραι, ἀπόλωλεν ὅρασις; 23διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει Κύριος Καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ἰσραήλ· ὅτι λαλήσεις πρὸς αὐτούς Ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως. 24ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ. 25διότι ἐγὼ Κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω, καὶ οὐ μὴ μηκύνω ἔτι· ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει Κύριος. 26Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 27Υἱὲ ἀνθρώπου, ἰδοὺ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλάς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. 28διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει Κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει Κύριος. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |