2 Corinthians 4
Study Bible ABP ▾ 
The Light of the Gospel

Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν οὐκ ἐγκακοῦμεν ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον ἐν οἷς θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν ὅτι Θεὸς εἰπών Ἐκ σκότους φῶς λάμψει ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ [Ἰησοῦ] Χριστοῦ

Treasures in Jars of Clay

Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν ἵνα ὑπερβολὴ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι 10 πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν 12 ὥστε θάνατος ἐν ἡμῖν ἐνεργεῖται δὲ ζωὴ ἐν ὑμῖν

13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον Ἐπίστευσα διὸ ἐλάλησα καὶ ἡμεῖς πιστεύομεν διὸ καὶ λαλοῦμεν 14 εἰδότες ὅτι ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν 15 τὰ γὰρ πάντα δι’ ὑμᾶς ἵνα χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ

16 Διὸ οὐκ ἐγκακοῦμεν ἀλλ’ εἰ καὶ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται ἀλλ’ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ‹ἡμῶν› καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα τὰ γὰρ βλεπόμενα πρόσκαιρα τὰ δὲ μὴ βλεπόμενα αἰώνια

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


2 Corinthians 3
Top of Page
Top of Page