Joshua 10
Swete's Septuagint ABP ▾  HEB ▾ 

Five Kings War against Gibeon

1Ὡς δὲ ἤκουσεν Ἀδωνιβέζεκ βασιλεὺς Ἰερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαὶ καὶ ἐξωλέθρευσεν αὐτήν· ὃν τρόπον ἐποίησαν τὴν Ἰερειχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραήλ· 2καὶ ἐφοβήθησαν ἀπ᾽ αὐτῶν σφόδρα· ᾔδει γὰρ ὅτι μεγάλη πόλις Γαβαὼν ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί. 3καὶ ἀπέστειλεν Ἀδωνιβέζεκ βασιλεὺς Ἰερουσαλὴμ πρὸς Αἰλὰμ βασιλέα Χεβρὼν καὶ πρὸς Φειδὼν βασιλέα Ἰερειμοὺθ καὶ πρὸς Ἰέφθα βασιλέα Λαχεὶς καὶ πρὸς Δαβεὶν βασιλέα Ὀδολλὰμ λέγων 4Δεῦτε ἀνάβητε πρὸς μὲ καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· αὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραήλ. 5καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, βασιλεὺς Ἰερουσαλὴμ καὶ βασιλεὺς Χεβρὼν καὶ βασιλεὺς Ἰερειμοὺθ καὶ βασιλεὺς Λαχεὶς καὶ βασιλεὺς Ὀδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν, καὶ περιεκάθισαν τὴν Γαβαὼν καὶ ἐξεπολιόρκουν αὐτήν.

6καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα λέγοντες Μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ ἐξελοῦ ἡμᾶς καὶ βοήθησον ἡμῖν· ὅτι συνηγμένοι εἰσὶν ἐφ᾽ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμορραίων οἱ κατοικοῦντες τὴν ὀρεινήν. 7καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ᾽ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύι. 8καὶ εἶπεν Κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς· οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν. 9καὶ ἐπεὶ παρεγένετο ἐπ᾽ αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων. 10καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών· καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὡρωνείν, καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζηκὰ καὶ ἕως Μακηδά. 11ἐν τῷ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς καταβάσεως Ὡρωνείν, καὶ Κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἁζηκά· καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.

The Sun Stands Still

12Τότε ἐλάλησεν Ἰησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Ἀμορραῖον ὑποχείριον Ἰσραήλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ· καὶ εἶπεν Ἰησοῦς Στήτω ὁ ἥλιος κατὰ Γαβαών, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών.

13καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν. καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.

14καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου· ὅτι Κύριος συνεπολέμησεν τῷ Ἰσραήλ.

15

Victory at Makkedah

16Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι, καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά. 17καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες Εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά. 18καὶ εἶπεν Ἰησοῦς Κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου, καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ᾽ αὐτούς· 19ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν, καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκεν γὰρ αὐτοὺς Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. 20καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ἰσραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασωζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς. 21καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδὰ ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐθεὶς τῶν υἱῶν Ἰσραὴλ τῇ γλώσσῃ αὐτοῦ.

22καὶ εἶπεν Ἰησοῦς Ἀνοίξατε τὸ σπήλαιον, καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου· 23καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ἰερουσαλὴμ καὶ τὸν βασιλέα Χεβρὼν καὶ τὸν βασιλέα Ἰερειμοὺθ καὶ τὸν βασιλέα Λαχεὶς καὶ τὸν βασιλέα Ὀδολλάμ. 24καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ἰσραὴλ καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συνπορευομένους αὐτῷ λέγων αὐτοῖς Προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. 25καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτως ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς. 26καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς, καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων· καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας. 27καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο Ἰησοῦς, καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων, καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας.

28Καὶ τὴν Μακηδὰν ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ ἐξωλέθρευσαν πᾶν ἔνπνεον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ οὐδεὶς διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰν ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἰερειχώ.

Joshua Conquers Southern Palestine

29Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ᾽ αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνά, καὶ ἐπολιόρκει Λεβνά. 30καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς, καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἔνπνεον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἰερειχώ.

31Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ᾽ αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχείς, καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν. 32καὶ παρέδωκεν Κύριος τὴν Λαχεὶς εἰς τὰς χεῖρας Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλέθρευσαν αὐτὴν ὃν τρόπον ἐποίησαν τὴν Λεβνά.

33Τότε ἀνέβη Αἱλὰμ βασιλεὺς Γάζης βοηθήσων τῇ Λαχείς· καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.

34Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ᾽ αὐτοῦ ἐκ Λαχεὶς εἰς Ὀδολλάμ, καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν αὐτήν. 35καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ Ἰσραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσεν, ὃν τρόπον ἐποίησαν τῇ Λαχείς.

36Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ᾽ αὐτοῦ εἰς Χεβρών, καὶ περιεκάθισεν αὐτήν. 37καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐνπνέον ὅσα ἦν ἐν αὐτῇ· οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν Ὀδολλάμ, ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ.

38Καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἰς Δαβείρ, καὶ περικαθίσαντες αὐτὴν 39ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πᾶν ἐνπνέον ἐν αὐτῇ, καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον. ὃν τρόπον ἐποίησαν τὴν Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβεὶρ καὶ τῷ βασιλεῖ αὐτῆς.

40Καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναβαὶ καὶ τὴν πεδινὴν καὶ τὴν Ἀσηδὼθ καὶ τοὺς βασιλεῖς αὐτῆς· οὐ κατέλιπον αὐτῶν σεσωσμένον, καὶ πᾶν ἐνπνέον ζωῆς ἐξωλέθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ θεὸς Ἰσραήλ. 41ἀπὸ Καδής Βαρνὴ ἕως Γάζης, πᾶσαν τὴν Γόσομ ἕως τῆς Γαβαών. 42καὶ πάντας τούς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰς ἅπαξ· ὅτι Κύριος ὁ θεὸς Ἰσραὴλ συνεπολέμει τῷ Ἰσραήλ. 43

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Joshua 9
Top of Page
Top of Page