Ezekiel 40
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Man with a Measuring Rod

1Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνὶ δεκάτῃ τοῦ μηνός, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ Κυρίου καὶ ἤγαγέν με 2ἐν ὁράσει θεοῦ εἰς τὴν γῆν Ἰσραήλ, καὶ ἔθηκέν με ἐπ᾽ ὄρος ὑψηλὸν σφόδρα, καὶ ἐπ᾽ αὐτῷ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι. 3καὶ εἰσήγαγέν με ἐκεῖ, καὶ ἰδοὺ ἀνήρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρον· καὶ αὐτὸς ἱστήκει ἐπὶ τῆς πύλης. 4καὶ εἶπεν πρὸς μὲ ὁ ἀνήρ Ἑόρακας, υἱὲ ἀνθρώπου; ἐν τοῖς ὀφθαλμοῖς σου ἴδε, καὶ ἐν τοῖς ὠσίν σου ἄκουε, καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα ὅσα ἐγὼ δεικνύω σοι, διότι ἕνεκα τοῦ δεῖξαί σοι εἰσελήλυθας ὧδε, καὶ δεὶξεις πάντα ὅσα σὺ ὁρᾷς τῷ οἴκῳ τοῦ Ἰσραήλ.

The East Gate

5Καὶ ἰδοὺ περίβολος ἔξωθεν τοῦ οἴκου κύκλῳ, καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς· καὶ διεμέτρησεν τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ, καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ. 6καὶ εἰσῆλθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοῖς, καὶ διεμέτρησεν ⸆ τὸ αἰλὰμ τῆς πύλης ἴσον τῷ καλάμῳ, 7καὶ τὸ θεὲ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος, καὶ τὸ αἰλὰμ ἀνὰ μέσον τοῦ θαιηλαθὰ πηχῶν ἕξ· καὶ τὸ θεὲ τὸ δεύτερον ἴσον τῷ καλάμῳ πλάτος καὶ ἴσον τῷ καλάμῳ μῆκος, καὶ τὸ αἰλὰμ πήχεων πέντε· 8καὶ τὸ θεὲ τὸ τρίτον ἴσον τῷ καλάμῳ πλάτος, καὶ ἴσον τῷ καλάμῳ μῆκος, 9καὶ τὸ αἰλὰμ τοῦ πυλῶνος πλησίον τοῦ αἰλὰμ τῆς πύλης πηχῶν ὀκτώ, καὶ τὰ αἰλεὺ πηχῶν δύο· καὶ τὰ αἰλὰμ τῆς πύλης ἔσωθεν, 10καὶ τὰ θεὲ τῆς πύλης θεὲ κατέναντι, τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ μέτρον ἓν τοῖς τρισίν, μέτρον ἓν τοῖς αἰλὰμ ἔνθεν καὶ ἔνθεν. 11καὶ διεμέτρησεν τὸ πλὰτος τῆς θύρας τοῦ πυλῶνος πηχῶν δέκα, καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα τριῶν. 12καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν θεεὶμ ἔνθεν καὶ ἔνθεν, καὶ τὸ θεὲ πηχῶν ἓξ ἔνθεν καὶ πηχῶν ἓξ ἔνθεν. 13καὶ διεμέτρησεν τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ θεὲ ἐπὶ τὸν τοῖχον τοῦ θεέ, πλάτος πήχεις εἴκοσι πέντε· αὕτη πύλη ἐπὶ πύλην. 14καὶ τὸ αἴθριον τοῦ αἰλὰμ τῆς πύλης ἔξωθεν, πήχεις εἴκοσι, θεεὶμ τῆς πύλης κύκλῳ. 15καὶ τὸ αἴθριον τῆς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αἰλὰμ τῆς πύλης ἔσωθεν, πηχῶν πεντήκοντα. 16καὶ θυρίδες κρυπταὶ ἐπὶ τὸ θεεὶμ καὶ ἐπὶ τὰ αἰλὰμ ἔσωθεν τῆς πύλης τῆς αὐλῆς κυκλόθεν· καὶ ὡσαύτως τοῖς αἰλὰμ θυρίδας κύκλῳ ἔσωθεν, καὶ ἐπὶ τὸ αἰλὰμ φοίνικες ἔνθεν καὶ ἔνθεν.

The Outer Court

17Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα τῆς αὐλῆς κύκλῳ, τριάκοντα παστοφόρια ἐν τοῖς περιστύλοις, 18καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν, κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω. 19καὶ διεμέτρησεν τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰθρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατ᾽ ἀνατολάς. καὶ ἤγαγέν με ἐπὶ βορρᾶν,

The North Gate

20καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτήν, τὸ τε μῆκος αὐτῆς καὶ τὸ πλάτος, 21καὶ τὸ θεὲ τρεῖς ἔνθεν καὶ τρεῖς ἔνθεν, καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμὼν καὶ τοὺς φοίνικας αὐτῆς. καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἴκοσι πέντε τὸ εὖρος αὐτῆς. 22καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼν καὶ οἱ φοίνικες αὐτῆς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπ᾽ αὐτόν, καὶ τὰ αἰλὰμ ἔσωθεν. 23καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ, ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατόν.

The South Gate

24καὶ ἤγαγέν με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα. 25καὶ αἱ θυρίδες αὐτῆς καὶ τὰ αἰλαμμὼν κυκλόθεν καθὼς αἱ θυρίδες τοῦ αἰλάμ· πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ πηχῶν εἴκοσι πέντε τὸ εὖρος αὐτῆς. 26καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ καὶ αἰλαμμὼν ἔσωθεν, καὶ φοίνικες αὐτῇ, εἷς ἔνθεν καὶ εἷς ἔνθεν ἐπὶ τὰ αἰλεύ. 27καὶ πύλη κατέναντι πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς νότον· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς νότον.

The Gates of the Inner Court

28Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς νότον, καὶ διεμέτρησεν τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα, 29καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ καὶ τῷ αἰλαμμὼν κύκλῳ· πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς, καὶ τὸ εὖρος πήχεις εἴκοσι πέντε 30 31τοῦ αἰλὰμ εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεύ, καὶ ὀκτὼ κλιμακτῆρες.

32καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολάς, καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα, 33καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμὼν κατὰ τὰ μέτρα ταῦτα, καὶ θυρίδες αὐτῇ καὶ αἰλαμμὼν κύκλῳ, πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἴκοσι πέντε. 34καὶ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ φοίνικες ἐπὶ τοῦ αἰλεὺ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.

35καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρᾶν, καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταῦτα, 36καὶ τὰ θεὲ καὶ τὰ αἰλεὺ καὶ τὰ αἰλαμμών, καὶ θυρίδες αὐτῇ κύκλῳ, καὶ τῷ αἰλαμμὼν αὐτῆς· πήχεις πεντήκοντα μῆκος αὐτῆς, καὶ εὖρος πήχεις εἴκοσι πέντε· 37καὶ τὰ αἰλαμμὼν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ φοίνικες τῷ αἰλεὺ ἔνθεν καὶ ἔνθεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ.

Eight Tables for Sacrifices

38Τὰ παστοφόρια αὐτῆς καὶ τὰ θυρώματα αὐτῆς καὶ τὰ αἰλαμμὼν αὐτῆς ἐπὶ τῆς πύλης τῆς δευτέρας ἔκρυσις, 39ὅπως σφάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ. ἁμαρτίας καὶ ὑπὲρ ἀγνοίας. 40καὶ κατὰ νώτου τοῦ ῥόακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βορρᾶν, δύο τράπεζαι πρὸς ἀνατολὰς κατὰ νώτου τῆς δευτέρας, καὶ τοῦ αἰλὰμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς. 41τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τῆς πύλης, ἐπ᾽ αὐτὰ σφάξουσι τὰ θύματα, κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν θυμάτων. 42καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεων δύο ἡμίσους τὸ μῆκος, καὶ ἐπὶ πῆχυν τὸ ὕψος· ἐπ᾽ αὐτὰ ἐπιθήσουσιν τὰ σκεύη, ἐν οἷς σφάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα. 43καὶ παλαιστὴν ἕξουσιν γεῖσος λελαξευμένον ἔσωθεν κύκλῳ, καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας τοῦ καλύπτεσθαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας.

Rooms for the Priests

44καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν φέρουσα πρὸς νότον, καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον βλεπούσης δὲ πρὸς βορρᾶν. 45καὶ εἶπεν πρὸς μέ Ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ οἴκου· 46καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν, τοῖς ἱερεῦσι τοῖς φυλάσσουσι τὴν φυλακὴν τοῦ θυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευεὶ πρὸς Κύριον λειτουργεῖν αὐτῷ.

The Inner Courtyard

47καὶ διεμέτρησεν τὴν αὐλὴν μῆκος πήχεων ἑκατὸν καὶ εὖρος πήχεις ἑκατὸν ἐπὶ τὰ τέσσερα μέρη αὐτῆς, καὶ τὸ θυσιαστήριον ἀπέναντι τοῦ οἴκου.

48Καὶ εἰσήγαγέν με εἰς τὸ αἰλὰμ τοῦ οἴκου. καὶ διεμέτρησεν τὸ αἲλ τοῦ αἰλὰμ πηχῶν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχῶν πέντε ἔνθεν, καὶ τὸ εὖρος τοῦ θυρώματος πηχῶν δέκα τεσσάρων, καὶ ἐπωμίδες τῆς θύρας τοῦ αἰλὰμ πηχῶν τριῶν ἔνθεν καὶ πηχῶν τριῶν ἔνθεν. 49καὶ τὸ μῆκος τοῦ αἰλὰμ πηχῶν εἴκοσι, καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαθμῶν ἀνέβαινον ἐπ᾽ αὐτό, καὶ στύλοι ἦσαν ἐπὶ τὸ αἰλάμ, εἷς ἔνθεν καὶ εἷς ἐντεῦθεν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezekiel 39
Top of Page
Top of Page