Matthew 1
Study Bible PAR ▾ 
The Genealogy of Jesus

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ

Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς Ῥαχάβ Βόες δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα Δαυὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἄχαζ Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν 10 Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσίαν 11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος

12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ 13 Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ Ἐλιακὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ 14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ 15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ 16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας ἐξ ἧς ἐγεννήθη Ἰησοῦς λεγόμενος Χριστός

17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες

The Birth of Jesus

18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γένεσις οὕτως ἦν μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ πρὶν συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου 19 Ἰωσὴφ δὲ ἀνὴρ αὐτῆς δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν 20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων Ἰωσὴφ υἱὸς Δαυίδ μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος 23 Ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν Θεός 24 Ἐγερθεὶς δὲ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ἄγγελος Κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Malachi 4
Top of Page
Top of Page