1 Chronicles 6
Berean Greek Bible Par ▾ 

The Descendants of Levi

1Υἱοὶ Λευεί· Γεδσών, Καὰθ καὶ Μαραρεί. 2καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσσάαρ, Χεβρὼν καὶ Ὀζειήλ. 3καὶ υἱοὶ Ἀμβράν· Ἀαρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ Ἀαρών· Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ.

4Ἐλεαζὰρ ἐγέννησεν τὸν Φεινεές, Φεινεὲς ἐγέννησεν τὸν Ἀβεισού,

5Ἀβεισοὺ ἐγέννησεν τὸν Βωέ, καὶ Βωὲ ἐγέννησεν τὸν Ὀζεί,

6Ὀζεὶ ἐγέννησε τὸν Ζαραιά, Ζαραιὰ ἐγέννησεν τὸν Μαρειήλ,

7καὶ Μαρειὴλ ἐγέννησεν τὸν Ἀμαρειά, καὶ Ἀμαρειὰ ἐγέννησεν τὸν Ἀχειτώβ,

8καὶ Ἀχειτὼβ ἐγέννησεν τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησεν τὸν Ἀχειμάας,

9καὶ Ἀχειμάας ἐγέννησεν τὸν Ἀζαριά, καὶ Ἀζαρίας ἐγέννησεν τὸν Ἰωανάς,

10καὶ Ἰωανὰς ἐγέννησεν τὸν Ἀζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμὼν ἐν Ἰερουσαλήμ.

11καὶ ἐγέννησεν Ἀζαριὰ τὸν Ἀμαριά, καὶ Ἀμαριὰ ἐγέννησεν τὸν Ἀχειτώβ,

12καὶ Ἀχειτὼβ ἐγέννησεν τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησεν τὸν Σαλώμ,

13καὶ Σαλὼμ ἐγέννησεν τὸν Χελκείαν, καὶ Χελκείας ἐγέννησεν τὸν Ἀζαριά,

14καὶ Ἀζαρίας ἐγέννησεν τὸν Σαραιά, καὶ Σαραίας ἐγέννησεν τὸν Ἰωσαδάκ. a 15καὶ Ἰωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικίᾳ μετὰ Ἰούδα καὶ Ἰερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονοσόρ.

16Υἱοὶ Λευεί· Γεδσών, Καὰθ καὶ Μαραρεί. 17καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενεὶ καὶ Σεμεεί. 18υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζειήλ. 19υἱοὶ Μαραρεί· Μοολεὶ καὶ Ὀμουσεί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευεὶ κατὰ πατριὰς αὐτῶν. 20τῷ Γεδσών, τῷ Λοβενεὶ υἱῷ αὐτοῦ, Ἰέεθ υἱὸς αὐτοῦ, Ζεμμὰ υἱὸς αὐτοῦ, 21Ἰωὰβ υἱὸς αὐτοῦ, Ἀδεὶ υἱὸς αὐτοῦ, Ἰαάρα υἱὸς αὐτοῦ, Ἰεθρεὶ υἱὸς αὐτοῦ. 22υἱοὶ Καάθ· Ἀμειναδὰβ υἱὸς αὐτοῦ, Κόρε υἱὸς αὐτοῦ, Ἁρεσεὶ υἱὸς αὐτοῦ, 23Ἐλκανὰ καὶ Ἀβιαθὰρ υἱὸς αὐτοῦ, Ἀσερεὶ υἱὸς αὐτοῦ,b 24Κάαθ υἱὸς αὐτοῦ, Ὀριὴλ υἱὸς αὐτοῦ, Ὀζειὰ υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ. 25καὶ υἱοὶ Ἐλκανά· Ἀμεσσεὶ καὶ Ἀλειμώθ, 26Ἐλκανὰ υἱὸς αὐτοῦ, Σουφεὶ υἱὸς αὐτοῦ, Καῖναθ υἱὸς αὐτοῦ, 27Ἐλιὰβ υἱὸς αὐτοῦ, Ἰδαὲρ υἱὸς αὐτοῦ, Ἐλκανὰ υἱὸς αὐτοῦ.c 28υἱοὶ Σαμουήλ· ὁ πρωτότοκος Σανεὶ καὶ Ἀβιά. 29υἱοὶ Λοβενεὶ υἱὸς αὐτοῦ, Σομεεὶ υἱὸς αὐτοῦ, Ὀζὰ υἱὸς αὐτοῦ, 30Σομεὰ υἱὸς αὐτοῦ, Ἁμὰ υἱὸς αὐτοῦ, Ἀσαβὰ υἱὸς αὐτοῦ.

The Temple Musicians

31Καὶ οὗτοι οὓς κατέστησεν Δαυεὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ. 32καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὗ ᾠκοδόμησεν Σαλωμὼν τὸν οἶκον ἐν Ἰερουσαλήμ· καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. 33καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Αἱμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωὴλ υἱοῦ Σαμουὴλ 34υἱοῦ Ἐλκανὰ υἱοῦ Ἠαὰλ υἱοῦ Ἐλειὴλ υἱοῦ Θεῖεd 35υἱοῦ Σοὺφ υἱοῦ Ἐλκανὰ υἱοῦ Μὲθ υἱοῦ Ἀμαθειοὺ 36υἱοῦ Ἐλκανὰ υἱοῦ Ἰωὴλ υἱοῦ Ἀζαριὰ υἱοῦ Σαφανιὰ 37υἱοῦ Θάαθ υἱοῦ Ἀσεὶρ υἱοῦ Ἀβιασὰρ υἱοῦ Κόρε 38υἱοῦ Ἰσσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευεὶ υἱοῦ Ἰσραήλ. 39καὶ ἀδελφὸς αὐτοῦ Ἀσὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰφ υἱὸς Βαραχιὰ υἱοῦ Σαμαὰ 40υἱοῦ Μειχαὴλ υἱοῦ Μαασαὶ υἱοῦ Μελχειὰ 41υἱοῦ Ἀθανεὶ υἱοῦ Ζααραὶ υἱοῦ Ἀζειὰ 42υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰμ υἱοῦ Σεμεεὶ 43υἱοῦ Ἦχα υἱοῦ Γεεδσὼν υἱοῦ Λευεί. 44καὶ υἱοὶ Μεραρεὶ ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰμ υἱὸς Κεισαὶ υἱοῦ Ἀβδεὶ υἱοῦ Μαλὼχ 45υἱοῦ Ἁσεβεὶ υἱοῦ Ἀμεσσειὰ 46υἱοῦ Βανεὶ υἱοῦ Σέμμηρ 47υἱοῦ Μοολεὶ Μοσεὶ υἱοῦ Μερραρεὶ υἱοῦ Λευεί.

The Descendants of Aaron

48Καὶ ἀδελφοὶ αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν οἱ Λευεῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ.

49καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ. 50Καὶ οὗτοι υἱοὶ Ἀαρών· Ἐλεαζὰρ υἱὸς αὐτοῦ Φεινεὲς υἱὸς αὐτοῦ, Ἀβεισοὺ υἱὸς αὐτοῦ, 51Βωκαὶ υἱὸς αὐτοῦ, Ὀζεὶ υἱὸς αὐτοῦ, Ζαραιὰ υἱὸς αὐτοῦ, 52Μαρειὴλ υἱὸς αὐτοῦ, Ἀλιαρειὰ υἱὸς αὐτοῦ, Ἀχειτὼβ υἱὸς αὐτοῦ, 53Σαδὼκ υἱὸς αὐτοῦ, Ἀχεισάμα υἱὸς αὐτοῦ.

Territories for the Levites
(Numbers 35:1–8; Joshua 21:1–45)

54Καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν τοῖς υἱοῖς Ἀαρὼν τῇ πατριᾷ αὐτῶν τοῦ Κααθεί, ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος. 55καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν τῇ Ἰουδαίᾳ καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς. 56καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ Ἰεφοννή. 57καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρών, καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Σελνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς,e 58καὶ τὰ Ἱεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβεὶρ καὶ τὰ περισπόρια αὐτῆς, 59καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀττὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βασάμυς·f 60καὶ ἐκ φυλῆς Βενιαμεὶν καὶ τὴν Γάβαι καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γαλέμεθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀγχὼχ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν.

61καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσὴ κλήρῳ πόλεις δέκα. 62καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσαχάρ, ἐκ φυλῆς Ἀσήρ, ἐκ φυλῆς Νεφθαλεί, ἐκ φυλῆς Μανασσὴ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα.g 63καὶ τοῖς υἱοῖς Μεραρεὶ κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ῥουβήν, ἐκ φυλῆς Δάν, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δέκα δύο. 64καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευείταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· 65καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν τὰς πόλεις ταύτας ἃ ἐκάλεσεν αὐτάς.

66καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καάθ, καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφράιμ. 67καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτρηίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφράιμ, καὶ τὴν Γάζερ καὶ τὰ περισπόρια αὐτῆς,h 68καὶ τὴν Ἰκαὰμ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς, 69καὶ τὴν Ἐγλὰμ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γεθωρὼν καὶ τὰ περισπόρια αὐτῆς· 70καὶ ἀπὸ τῶν ἡμίσους φυλῆς Μανασσὴ τὴν Ἀμὰρ καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις.

71τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσὴ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περιπόλια αὐτῆς, καὶ τὴν Ἀσηρὼθ καὶ τὰ περισπόρια αὐτῆς· 72καὶ ἐκ φυλῆς Ἰσσαχὰρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δεβερεὶ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς· 73καὶ τὴν δαβωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν αναμ καὶ τὰ περισπόρια αὐτῆς. (*) 74καὶ ἐκ φυλῆς Ἀσὴρ τὴν Μαασὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀβαρὰν καὶ τὰ περισπόρια αὐτῆς, 75καὶ τὴν Ἱκὰκ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ῥοὼβ καὶ τὰ περισπόρια αὐτῆς· 76καὶ ἀπὸ φυλῆς Νεφθαλεὶ τὴν Κέδες ἐν τῇ Γαλειλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Καριαθάιμ καὶ τὰ περισπόρια αὐτῆς.

77τοῖς υἱοῖς Μεραρεὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ῥεμμὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Θαχχειὰ καὶ τὰ περισπόρια αὐτῆςi 78ἐκ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ τὴν Ἰερειχὼ κατὰ δυσμὰς τοῦ Ἰορδάνου ἐκ φυλῆς Ῥουβὴν τὴν Βόσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς,j 79καὶ τὴν Καδαμὼς καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαέφλα καὶ τὰ περισπόρια αὐτῆς· 80καὶ ἐκ φυλῆς Γὰδ τὴν Ῥαμμὼν Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαανάιθ καὶ τὰ περισπόρια αὐτῆς, 81καὶ τὴν Ἑσεβὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς.


Footnotes:

14 a See Ezra 3:2.
23 b See Exodus 6:24.
27 c See See 1 Samuel 1:1.
34 d See See 1 Samuel 1:1.
57 e As in the parallel text at Joshua 21:13; Hebrew were given the cities of refuge: Hebron, Libnah
59 f See Joshua 21:16.
62 g See 1 Chronicles 23:7.
67 h As in the parallel text at Joshua 21:21; Hebrew They were given the cities of refuge: Shechem
77 i See Joshua 21:34.
78 j See Numbers 21:23.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




1 Chronicles 5
Top of Page
Top of Page