Numbers 14
Swete's Septuagint ABP ▾  HEB ▾ 

The People Rebel

1Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἐνέδωκεν φωνῇ, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην. 2καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραήλ, καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή Ὄφελον ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν· 3καὶ ἵνα τί Κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν· νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον. 4καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.

5καὶ ἔπεσεν Μωυσῆς καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ. 6Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ Χαλὲβ ὁ τοῦ Ἰεφοννὴ τῶν κατασκεψαμένων τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν, 7καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγοντες Ἡ γῆ, ἣν κατεσκεψάμεθα αὐτήν, ἀγαθή ἐστιν σφόδρα σφόδρα· 8εἰ αἱρετίζει ἡμᾶς Κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν, γῆ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι. 9ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστίν· ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ᾽ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς. 10καὶ εἶπεν πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτούς. καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου πᾶσι τοῖς υἱοῖς Ἰσραήλ.

11Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς; 12πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο.

Moses Intercedes for the People

13καὶ εἶπεν Μωυσῆς πρὸς Κύριον Καὶ ἀκούσεται Αἴγυπτος, ὅτι ἤγαγες τῇ ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν· 14ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ᾽ ὀφθαλμοὺς ὀπτάζῃ, Κύριε. καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ᾽ αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης συνπορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα. 15καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα, καὶ ἐροῦσιν τὰ ἔθνη ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες 16Παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 17καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς σου, Κύριε, ὃν τρόπον εἶπας λέγων 18Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης. 19ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἵλεως αὐτοῖς ἐγένου ἀπ᾽ Αἰγύπτου ἕως τοῦ νῦν.

God's Forgiveness and Judgment

20καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἵλεως αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου· 21ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν. 22ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς, 23εἰ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν· ἀλλ᾽ ἢ τὰ τέκνα αὐτῶν ἅ ἐστιν μετ᾽ ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν, πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν· πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν. 24ὁ δὲ παῖς μου Χαλέβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέν μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν. 25ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν.

26Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων 27Ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην; αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ· τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραήλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα. 28εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, λέγει Κύριος, εἰ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτως ποιήσω ὑμῖν· 29ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυσαν ἐπ᾽ ἐμοί. 30εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφ᾽ ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ᾽ αὐτῆς, ἀλλ᾽ ἢ Χαλὲβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. 31καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι, εἰσάξω αὐτοὺς εἰς τὴν γῆν, καὶ κληρονομήσουσιν τὴν γῆν ἣν ὑμεῖς ἀπέστητε ἀπ᾽ αὐτῆς. 32καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ· 33οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν ἕως ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ. 34κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσεράκοντα ἡμέρας, ἡμέραν τοῦ ἐνιαυτοῦ, λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσεράκοντα ἔτη, καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου. 35ἐγὼ Κύριος ἐλάλησα, εἰ μὴ οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ᾽ ἐμέ· ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται.

The Plague on the Ten Spies

36καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν, καὶ παραγενηθέντες διεγόγγυσαν κατ᾽ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς, 37καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τῆς γῆς πονηρὰ ἐν τῇ πληγῇ ἔναντι Κυρίου· 38καὶ Ἰησοῦς υἱὸς Ναυὴ καὶ Χαλὲβ υἱὸς Ἰεφοννὴ ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν.

39Καὶ ἐλάλησεν Μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς Ἰσραήλ, καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα.

Defeat by Amalekites and Canaanites

40καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες Ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπεν Κύριος, ὅτι ἡμάρτομεν. 41καὶ εἶπεν Μωυσῆς Ἵνα τί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα Κυρίου; οὐκ εὔοδα ἔσται ὑμῖν. 42μὴ ἀναβαίνετε, οὐ γάρ ἐστιν Κύριος μεθ᾽ ὑμῶν, καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν. 43ὅτι ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν, καὶ πεσεῖσθε μαχαίρᾳ· οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες Κυρίῳ, καὶ οὐκ ἔσται Κύριος ἐν ὑμῖν. 44καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· ἡ δὲ κιβωτὸς τῆς διαθήκης Κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς. 45καὶ κατέβη ὁ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος ὁ ἐνκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως Ἑρμάν· καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Numbers 13
Top of Page
Top of Page