Tola Leads Israel 1Καὶ ἀνέστη μετὰ Ἀβειμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ Ἰσσαχάρ· καὶ αὐτὸς ᾤκει ἐν Σαμεὶρ ἐν ὄρει Ἐφράιμ. 2καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη, καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμείρ. Jair Leads Israel 3Καὶ ἀνέστη μετ᾽ αὐτὸν Ἰαεὶρ ὁ Γαλαάδ, καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι δύο ἔτη. 4καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους, καὶ τριάκοντα δύο πόλεις αὐτοῖς· καὶ ἐκάλουν αὐτὰς Ἐπαύλεις Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης, ἐν γῇ Γαλαάδ. 5καὶ ἀπέθανεν Ἰαείρ, καὶ ἐτάφη ἐν Ῥαμνών. Philistine and Ammonite Oppression 6Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐδούλευσαν τοῖς Βααλεὶμ καὶ ταῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Ἀρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν καὶ τοῖς θεοῖς Φυλιστιείμ· καὶ ἐνκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ. 7καὶ ὠργίσθη θυμῷ Κύριος ἐν Ἰσραήλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιεὶμ καὶ ἐν χειρὶ υἱῶν Ἀμμών. 8καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμορρεὶ τοῦ ἐν Γαλαάδ. 9καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ἰούδαν καὶ Βενιαμεὶν καὶ πρὸς Ἐφράιμ· καὶ ἐθλίβη Ἰσραὴλ σφόδρα. 10καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον λέγοντες Ἡμάρτομέν σοι, ὅτι ἐνκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλείμ. 11καὶ εἶπεν Κύριος πρὸς τοὺς υἱοὺς Ἰσραήλ Μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Ἀμορραίου καὶ ἀπὸ υἱῶν Ἀμμὼν καὶ ἀπὸ Φυλιστιεὶμ 12καὶ Σιδωνίων καὶ Ἀμαλὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρὸς μέ, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν; 13καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. 14πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν. 15καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. 16καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ· καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ. 17Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἀμμὼν καὶ παρενέβαλον ἐν Γαλαάδ, καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ. 18καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ὁ ἀνὴρ ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Ἀμμών, καὶ ἔσται εἰς ἄρχοντα πᾶσιν τοῖς κατοικοῦσιν Γαλαάδ; LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |