Judges 9
Swete's Septuagint ABP ▾  HEB ▾ 

Abimelech's Conspiracy

1Καὶ ἐπορεύθη Ἀβειμέλεχ υἱὸς Ἰεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ, καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγενίαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων 2Λαλήσατε δὴ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχέμ Τί τὸ ἀγαθὸν ὑμῖν, κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς Ἰεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι. 3καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχὲμ πάντας τοὺς λόγους τούτους· καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Ἀβειμέλεχ, ὅτι εἶπαν Ἀδελφὸς ἡμῶν ἐστιν, 4καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ· καὶ ἐμισθώσατο ἑαυτῷ Ἀβειμέλεχ ἄνδρας κενοὺς καὶ δειλούς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ. 5καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Ἐφράθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ἰεροβάαλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη Ἰωαθὰν υἱὸς Ἰεροβάαλ ὁ νεώτερος, ὅτι ἐκρύβη. 6Καὶ συνήχθησαν πάντες ἄνδρες Σικίμων καὶ πᾶς οἶκος Βηθμααλών, καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Ἀβειμέλεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικίμοις.

Jotham's Parable

7καὶ ἀνηγγέλη τῷ Ἰωαθάν· καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαρειζείν, καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν, καὶ εἶπεν αὐτοῖς Ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ θεός. 8πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφ᾽ ἑαυτὰ βασιλέα, καὶ εἶπον τῇ ἐλαίᾳ Βασίλευσον ἐφ᾽ ἡμῶν. 9καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία Μὴ ἀπολείψασα τὴν πιότητά μου, ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 10καὶ εἶπον τὰ ξύλα τῇ συκῇ Δεῦρο βασίλευσον ἐφ᾽ ἡμῶν. 11καὶ εἶπεν αὐτοῖς ἡ συκῆ Μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 12καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον Δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν. 13καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος Μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 14καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ Δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν. 15καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα Εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ᾽ ὑμᾶς, δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μή, ἐξέλθῃ πῦρ ἀπ᾽ ἐμοῦ καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου.

16καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ· 17ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιάμ, 18καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν Ἀβειμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν· 19καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ἰεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείητε ἐν Ἀβειμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ᾽ ὑμῖν. 20εἰ δὲ οὐ, ἐξέλθοι πῦρ ἀπὸ Ἀβειμέλεχ καὶ φάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Βηθμααλλών, καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλλὼν καὶ καταφάγοι τὸν Ἀβειμέλεχ. 21καὶ ἔφυγεν Ἰωαθὰν καὶ ἀπέδρα, καὶ ἐπορεύθη ἕως Βαιὴρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Ἀβειμέλεχ ἀδελφοῦ αὐτοῦ.

Gaal Conspires with the Shechemites

22Καὶ ἦρξεν Ἀβειμέλεχ ἐπὶ Ἰσραὴλ τρία ἔτη. 23καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Ἀβειμέλεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβειμέλεχ· 24τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ἰεροβάαλ καὶ τὰ αἵματα αὐτῶν, τοῦ θεῖναι ἐπὶ Ἀβειμέλεχ τὸν ἀδελφὸν αὐτῶν ὃς ἀπέκτεινεν αὐτούς, καὶ ἐπὶ ἄνδρας Σικίμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφούς. 25καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικίμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων, καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ᾽ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἀβειμέλεχ.

26καὶ ἦλθεν Γάλααδ υἱὸς Ἰώβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικίμοις, καὶ ἤλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων. 27καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν, καὶ ἐποίησαν ἑλλουλείμ, καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ εἶπον καὶ κατηράσαντο τὸν Ἀβειμέλεχ. 28καὶ εἶπεν Γάαδ υἱὸς Ἰώβηλ Τίς ἐστιν Ἀβειμέλεχ καὶ τίς ἐστιν υἱὸς Συχὲμ ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς Ἰεροβάαλ, καὶ Ζεβούλ, ἐπίσκοπος αὐτοῦ, δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Ἐμμὼρ πατρὸς Συχέμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς; 29καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν Ἀβειμέλεχ καὶ ἐρῶ πρὸς αὐτόν Πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε.

30καὶ ἤκουσεν Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γάλααδ υἱοῦ Ἰώβηλ, καὶ ὠργίσθη θυμῷ αὐτός. 31καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβειμέλεχ ἐν κρυφῇ λέγων Ἰδοὺ Γάλααδ υἱὸς Ἰώβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχέμ, καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ. 32καὶ νῦν ἀναστὰς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ, καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ· 33καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ ὅσα εὕρῃ ἡ χείρ σου.

Abimelech Sows the City with Salt

34καὶ ἀνέστη Ἀβειμέλεχ καὶ πᾶς ὁ λαὸς μετ᾽ αὐτοῦ νυκτός, καὶ ἐνήδρευσαν ἐπὶ Συχὲμ τέτρασιν ἀρχαῖς. 35καὶ ἐξῆλθεν Γάλααδ υἱὸς Ἰώβηλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Ἀβειμέλεχ καὶ ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου. 36καὶ εἶδεν Γάλααδ υἱὸς Ἰώβηλ τὸν λαόν, καὶ εἶπεν πρὸς Ζεβούλ Ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλῶν τῶν ὀρέων· καὶ εἶπεν πρὸς αὐτὸν Ζεβούλ Τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας. 37καὶ προσέθετο ἔτι Γάλααδ τοῦ λαλῆσαι καὶ εἶπεν Ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδοῦ Ἠλωνμαωνεμείν. 38καὶ εἶπεν πρὸς αὐτὸν Ζεβούλ Καὶ ποῦ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας Τίς ἐστιν Ἀβειμέλεχ ὅτι δουλεύσομεν αὐτῷ; μὴ οὐχὶ οὗτος ὁ λαὸς ὃν ἐξουδένωσας; ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ. 39καὶ ἐξῆλθεν Γάλααδ ἐνώπιον ἀνδρῶν Συχὲμ καὶ παρετάξατο πρὸς Ἀβειμέλεχ. 40καὶ ἐδίωξεν αὐτὸν Ἀβειμέλεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ, καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης. 41καὶ εἰσῆλθεν Ἀβειμέλεχ ἐν Ἀρημά· καὶ ἐξέβαλεν Ζεβοὺλ τὸν Γάλααδ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχέμ.

42καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς ἀγρὸν καὶ ἀνήγγειλεν τῷ Ἀβειμέλεχ. 43καὶ ἔλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχάς, καὶ ἐνήδρευσεν ἐν ἀγρῷ καὶ εἶδεν καὶ ἰδοὺ ὁ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἀνέστη ἐπ᾽ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. 44καὶ Ἀβειμέλεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ᾽ αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς. 45καὶ Ἀβειμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινεν, καὶ καθεῖλεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας.

46καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχέμ, καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηρβερίθ. 47καὶ ἀνηγγέλη τῷ Ἀβειμέλεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχέμ. 48καὶ ἀνέβη Ἀβειμέλεχ εἰς ὄρος Ἐρμών, καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ· καὶ ἔλαβεν Ἀβειμέλεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ᾽ ὤμων αὐτοῦ, καὶ εἶπεν τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ Ὃ εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς ἐγώ. 49καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Ἀβειμέλεχ, καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν, καὶ ἐνεπύρισαν ἐπ᾽ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί· καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικίμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες.

A Millstone Dropped on Abimelech

50Καὶ ἐπορεύθη Ἀβειμέλεχ ἐκ Βαιθηρβερὶθ καὶ παρενέβαλεν ἐν Θηβής, καὶ κατέλαβεν αὐτήν. 51καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως, καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου. 52καὶ ἦλθεν Ἀβειμέλεχ ἕως τοῦ πύργου, καὶ παρετάξαντο αὐτῷ· καὶ ἤγγισεν Ἀβειμέλεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί. 53καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν Ἀβειμέλεχ, καὶ ἔκλασεν τὸ κρανίον αὐτοῦ. 54καὶ ἐβόησεν ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ Σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με, μή ποτε εἴπωσιν Γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν. 55καὶ εἶδεν ἀνὴρ Ἰσραὴλ ὅτι ἀπέθανεν Ἀβειμέλεχ· καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.

Jotham's Curse Fulfilled

56καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν Ἀβειμέλεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ. 57καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχὲμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτῶν· καὶ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ἡ κατάρα Ἰωαθὰν υἱοῦ Ἰεροβάαλ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Judges 8
Top of Page
Top of Page