Judges 8
Swete's Septuagint ABP ▾  HEB ▾ 

Gideon Defeats Zebah and Zalmunna

1καὶ εἶπαν πρὸς Γεδεὼν ἀνὴρ Ἐφράιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιάμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς. 2καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθὼς ὑμεῖς; ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς Ἐφράιμ ἢ τρυγητὸς Ἀβιέζερ; 3ἐν χειρὶ ὑμῶν παρέδωκεν Κύριος τοὺς ἄρχοντας Μαδιάμ, τὸν Ὠρὴβ καὶ τὸν Ζήβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ᾽ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.

4Καὶ ἦλθεν Γεδεὼν ἐπὶ τὸν Ἰορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ᾽ αὐτοῦ πεινῶντες καὶ διώκοντες. 5καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχώθ Δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσίν μου, ὅτι ἐκλείπουσιν· καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζέβεε καὶ Σελμανὰ βασιλέων Μαδιάμ. 6καὶ εἶπον οἱ ἄρχοντες Σοκχώθ Μὴ χεὶρ Ζέβεε καὶ Σελμανὰ νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους. 7καὶ εἶπεν Γεδεών Διὰ τοῦτο ἐν τῷ δοῦναι Κύριον τὸν Ζέβεε καὶ Σελμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς ἁβαρκηνείν. 8καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουήλ, καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως· καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ. 9καὶ εἶπεν Γεδεὼν πρὸς ἄνδρας Φανουήλ Ἐν ἐπιστροφῇ μου μετ᾽ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω.

10Καὶ Ζέβεε καὶ Σελμανὰ ἐν Καρκάρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ᾽ αὐτῶν ὡσεὶ δέκα πέντε χιλιάδες, πάντες οἱ καταλελιμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων· καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν. 11καὶ ἀνέβη Γεδεὼν ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Νάβαι καὶ Ἰεγεβάλ· καὶ ἐπάταξεν τὴν παρεμβολήν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα. 12καὶ ἔφυγον Ζέβεε καὶ Σελμανά· καὶ ἐδίωξεν ὀπίσω αὐτῶν, καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιάμ, τὸν Ζέβεε καὶ τὸν Σελμανά, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησεν.

13καὶ ἐπέστρεψεν Γεδεὼν υἱὸς Ἰωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Ἅρες. 14καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχώθ, καὶ ἐπηρώτησεν αὐτόν· καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων Σοκχὼθ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας. 15καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ καὶ εἶπεν Ἰδοὺ Ζέβεε καὶ Σελμανά, ἐν οἷς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζέβεε καὶ Σελμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλιποῦσιν ἄρτους; 16καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνείμ, καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως· 17καὶ τὸν πύργον Φανουὴλ κατέστρεψεν, καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως.

18καὶ εἶπεν πρὸς Ζέβεε καὶ Σελμανά Ποῦ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν Ὡς σὺ ὣς αὐτοί, εἰς ὁμοίωμα υἱοῦ βασιλέως. 19καὶ εἶπεν Γεδεών Ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ Κύριος, εἰ ἐζωογονήκειτε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς. 20καὶ εἶπεν Ἰέθερ τῷ πρωτοτόκῳ αὐτοῦ Ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ· ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν. 21καὶ εἶπεν Ζέβεε καὶ Σελμανά Ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου. καὶ ἀνέστη Γεδεὼν καὶ ἀπέκτεινεν τὸν Ζέβεε καὶ τὸν Σαλμανά, καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.

Gideon's Ephod

22Καὶ εἶπον ἀνὴρ Ἰσραὴλ πρὸς Γεδεών Κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου· ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ. 23καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεών Οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· Κύριος ἄρξει ὑμῶν. 24καὶ εἶπεν Γεδεὼν πρὸς αὐτούς Αἰτήσομαι παρ᾽ ὑμῶν αἴτημα, καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι Ἰσμαηλεῖται ἦσαν. 25καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ. 26καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν ὧν ᾔτησεν χίλιοι καὶ πεντακόσιοι χρυσοῖ, παρὲξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιάμ, καὶ ἐκτὸς τῶν περιθεμάτων ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. 27καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς ἐφώθ, καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Ἐφραθά· καὶ ἐξεπόρνευσεν πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον.

Forty Years of Peace

28καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον υἱῶν Ἰσραήλ, καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν ἡ γῆ τεσσεράκοντα ἔτη ἐν ἡμέραις Γεδεών.

29Καὶ ἐπορεύθη Ἰεαροβάαλ υἱὸς Ἰωὰς καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ. 30καὶ τῷ Γεδεὼν ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ. 31καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχέμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔθηκεν τὸ ὄνομα αὐτοῦ Ἀβειμέλεχ.

Gideon's Death

32καὶ ἀπέθανεν Γεδεὼν υἱὸς Ἰωὰς ἐν πόλει αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ τάφῳ Ἰωὰς τοῦ πατρὸς αὐτοῦ ἐν Ἐφραθὰ Ἀβιεσδρί.

33Καὶ ἐγένετο καθὼς ἀπέθανεν Γεδεών, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλείμ, καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν. 34καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ἰσραὴλ Κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν. 35καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ἰεροβάαλ, αὐτός ἐστιν Γεδεών, κατὰ πάντα τὰ ἀγαθὰ ἃ ἐποίησεν μετὰ Ἰσραήλ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Judges 7
Top of Page
Top of Page