Ahab's Wars with Syria 1Καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαὶ τῷ Ἰσραηλείτῃ παρὰ τῷ ἅλῳ Ἀχαὰβ βασιλέως Σαμαρείας. 2καὶ ἐλάλησεν Ἀχαὰβ πρὸς Ναβουθαὶ λέγων Δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἄλλαγμα ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων. 3καὶ εἶπεν Ναβουθαὶ πρὸς Ἀχαάβ Μὴ γένοιτό μοι παρὰ θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί. 4καὶ ἐγένετο τὸ πνεῦμα Ἀχαὰβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔφαγεν ἄρτον. 5καὶ εἰσῆλθεν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν Τί τὸ πνεῦμά σου τεταραγμένον, καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον; 6καὶ εἶπεν πρὸς αὐτήν Ὅτι ἐλάλησα πρὸς Ναβουθαὶ τὸν Ἰσραηλείτην λέγων Δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλει, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ᾽ αὐτοῦ· καὶ εἶπεν Οὐ δώσω σοι κληρονομίαν πατέρων μου. 7καὶ εἶπεν πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ Σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ἰσραήλ; ἀνάστηθι, φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ· ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου. 8καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Ἀχαὰβ καὶ ἐσφραγίσατο τῇ σφραγῖδι αὐτοῦ, καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαί. 9καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων Νηστεύσατε νηστείαν, καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ· 10καὶ ἐνκαθίσατε δύο ἄνδρας, υἱοὺς παρανόμων. 11 12 Ahab Defeats Ben-Hadad 13καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτοῦ, καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες Ηὐλόγηκας θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις, καὶ ἀπέθανεν. 14καὶ ἀπέστειλαν πρὸς Ἰεζάβελ λέγοντες Λελιθοβόληται Ναβουθαὶ καὶ τέθνηκεν. 15καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεζάβελ, καὶ εἶπεν πρὸς Ἀχαάβ Ἀνάστα, κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου, ὅτι οὐκ ἔστιν Ναβουθαὶ ζῶν, ὅτι τέθνηκεν. 16καὶ ἐγένετο ὡς ἤκουσεν Ἀχαὰβ ὅτι τέθνηκεν Ναβουθαὶ ὁ Ἰσραηλείτης, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Ἀχαὰβ εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου κληρονομῆσαι αὐτόν. 17Καὶ εἶπεν Κύριος πρὸς Ἠλειοὺ τὸν Θεσβείτην λέγων 18Ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Ἀχαὰβ βασιλέως Ἰσραὴλ τοῦ ἐν Σαμαρείᾳ, ὅτι οὗτος ἐν ἀμπελῶνι Ναβουθαί, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν. 19καὶ λαλήσεις πρὸς αὐτὸν λέγων Τάδε λέγει Κύριος Ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει Κύριος Ἐν παντὶ τόπῳ ᾧ ἔλιξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λίξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. 20καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλειού Εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν Εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, παροργίσαι αὐτόν. 21ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακά, καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐνκαταλελειμμένον ἐν Ἰσραήλ· 22καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβὰθ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχειά, περὶ τῶν παροργισμάτων ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ἰσραὴλ. 23καὶ τῇ Ἰεζάβελ ἐλάλησεν Κύριος λέγων Οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι τοῦ Ἰσραήλ. 24τὸν τεθνηκότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ. 25πλὴν ματαίως Ἀχαάβ, ὡς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ· Another War with Ben-Hadad 26καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα ἃ ἐποίησεν ὁ Ἀμορραῖος, ὃν ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. 27καὶ ὑπὲρ τοῦ λόγου ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ κυρίου, καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν· καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ ᾗ ἐπάταξεν Ναβουθαὶ τὸν Ἰσραηλείτην, καὶ ἐπορεύθη. 28καὶ ἐγένετο ῥῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλειοὺ περὶ Ἀχαάβ, καὶ εἶπεν Κύριος 29Ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ· καὶ ἐν ταῖς ἡμέραις υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν. 30Καὶ συνήθροισεν υἱὸς Ἁδὲρ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν, καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ᾽ αὐτοῦ, καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν, καὶ ἐπολέμησαν ἐπ᾽ αὐτήν. Ahab Spares Ben-Hadad 31καὶ ἀπέστειλεν πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ εἰς τὴν πόλιν καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Ἁδέρ 32Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν. 33καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά. 34καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Ἁδέρ Ἐγὼ ἀπέστρεψα λέγων τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκὰς σου δώσεις ἐμοί· A Prophet Reproves Ahab 35ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου· καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν ἐφ᾽ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται. 36καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρὸς μὲ περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾽ αὐτοῦ. 37καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς. 38καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Ἁδέρ Λέγετε τῷ κυρίῳ ὑμῶν Πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι· καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον. 39καὶ ἀπέστειλεν πρὸς αὐτὸν υἱὸς Ἁδὲρ λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου. 40καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός. 41καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες βασιλεῖς μετ᾽ αὐτοῦ ἐν σκηναῖς· καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν. 42καὶ ἰδοὺ προφήτης εἷς προσῆλθεν τῷ βασιλεῖ Ἰσραὴλ καὶ εἶπεν Τάδε λέγει Κύριος Εἰ ἑόρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος. 43καὶ εἶπεν Ἀχαάβ Ἐν τίνι; καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χορῶν. καὶ εἶπεν Ἀχαάβ Τίς συνάψει τὸν πόλεμον; καὶ εἶπεν Σύ. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |