O God, Be Not Silent 1ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ. Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός· 2ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν· 3ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· 4εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι· 5ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο, 6τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλεῖται, Μωὰβ καὶ οἱ Ἁγγαρηνοί, 7Ναιβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· 8καὶ γὰρ καὶ Ἀσσοὺρ συνπαρεγένετο μετ᾽ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λώτ. διάψαλμα. 9ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σεισαρά, ὡς ὁ Ἰαβεὶν ἐν τῷ χειμάρρῳ Κεισών· 10ἐξολεθρεύθησαν ἐν Ἀενδώρ, ἐγενήθησαν ὡς κόπρος τῇ γῇ. 11θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζέβεε καὶ Σελμανά, πάντας τοὺς ἄρχοντας αὐτῶν, 12οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ θεοῦ. 13ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. 14ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη, 15οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. 16πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, Κύριε. 17αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν· 18καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος εἶ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |